Ancient Greek
ΣΑΒΟΙ to ΣΕΥΘΗΣ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΣΑΒΟΙ-ΣΕΥΘΗΣ
Not analysed yet
Δημοσθένης ὑπὲρ Κτησιφῶντος. οἱ μὲν Σαβοὺς λέγεσθαι τοὺς τελουμένους τῷ Σαβαζίῳ, τουτέστι τῷ Διονύσῳ, καθάπερ τοὺς τῷ Βάκχῳ Βάκχους. τὸν αὐτὸν δὲ εἶναι Σαβάζιον καὶ Διόνυσόν φασιν ἄλλοι τε καὶ Νύμφις β περὶ Ἡρακλείας. οὕτω δέ φασι καὶ τοὺς Ἕλληνάς τινες τοὺς Βάκχους Σαβοὺς καλεῖν. Μνασέας δὲ ὁ Παταρεὺς υἱὸν εἶναί φησι τοῦ Διονύσου Σαβάζιον. Λυκοῦργος περὶ τῆς διοικήσεως. σείριον ἐκάλουν λεπτὸν ἱμάτιον ἀσπάθητον, οἷον θέριστρον, καθά φασιν οἱ γλωσσογράφοι. καὶ ΣΕΙΡΗΝ δὲ ὁ λεπτὸς καὶ διαφανὴς χιτὼν, εὔθετος τότε ὅτε ἐστὶν ὁ Σείριος. ἔστι δὲ καὶ Σεῖρις πόλις Ἰταλικὴ, καὶ τάχα τὰ ἔνθεν ὑφάσματα ἤ τινα ἄλλα σείρινα εἶπεν ὁ ῥήτωρ. ἐν ἐνίοις μέντοι χωρὶς τοῦ ε γράφεται σείρινα. οὕτω καλοῦσιν Ἀθηναῖοι τὰς Ἐρινύας. ΣΕΡΡΕΙΟΝ ΤΕΙΧΟΣ καὶ ΣΙΡΙΟΝ· ὀνόματα χωρίων. ἀντὶ τοῦ ἐσφραγισμένῳ Δημοσθένης ἐν τῷ περὶ τοῦ ὀνόματος, Ὑπερείδης ἐν τῷ κατ’ Ἀντίου ὀρφανικῷ. Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου. ἔστι δὲ εἷς τῶν ἐν Θρᾴκῃ βασιλέων.