Ancient Greek
ΣΚΑΦΙΟΝ to ΣΚΙΑΠΟΔΕΣ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΣΚΑΦΙΟΝ-ΣΚΙΑΠΟΔΕΣ
Not analysed yet
Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ. ὅτι δὲ τὸ σκαφίον εἶδος κουρᾶς καὶ Ἀριστοφάνης Γήρᾳ. Ὑπερείδης ἐν τῷ κατὰ Μαντιθέου ἀντὶ τοῦ σκευωρούμενον καὶ κατασκευάζοντα καὶ πλαττόμενον. Ἰσοκράτης Τραπεζιτικῷ Πυθόδωρον γὰρ τὸν σκηνίτην καλούμενον. ἔοικεν ἐπώνυμον εἶναι. μήποτε δὲ ὡς ἀγοραῖον καλούμενον, ἐπειδὴ ἐν σκηναῖς ἐπιπράσκετο πολλὰ τῶν ὠνίων. Δημοσθένης ἐν τῷ πρὸς Σπουδίαν. ἔοικε δὲ σκεῦός τι εἶναι, ὅπερ οἱ μὲν κόσμον τινὰ γυναικεῖον εἶναί φασιν, οἱ δὲ σκιάδιον. Δημοσθένης κατ’ Ἀριστοκράτους. πόλις ἐστὶν ἐν Τροίᾳ, ἧς μνημονεύουσιν ἄλλοι τε καὶ Ἔφορος ἐν ιε. Δημοσθένης Φιλιππικοῖς. νῆσός ἐστι πλησίον Εὐβοίας. Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. ἔθνος ἐστὶ Λιβυκόν. Κτησίας ἐν περίπλῳ Ἀσίας φησὶν ὑπὲρ δὲ τούτων Σκιάποδες, οἳ τούς τε πόδας οἵους οἱ χῆνες ἔχουσι κάρτα πλατέας, καὶ ὅταν θέρμη ᾖ, ὕπτιοι ἀναπεσόντες, ἄραντες τὰ σκέλη σκιάζονται τοῖς ποσίν.