Ancient Greek
ΣΚΙΡΑΦΙΑ to ΣΤΕΙΡΙΕΥΣ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΣΚΙΡΑΦΙΑ-ΣΤΕΙΡΙΕΥΣ
Not analysed yet
Δείναρχος ἐν τῷ κατὰ Προξένου. σκιράφια ἔλεγον τὰ κυβευτήρια, ἐπειδὴ διέτριβον ἐν Σκίρῳ οἱ κυβεύοντες, ὡς Θεόπομπος ἐν τῇ ν ὑποσημαίνει. Λυσίας ἐν τῷ ὑπὲρ Βακχίου καὶ Πυθαγόρου, εἰ γνήσιος. εἶδός τι ὑποδήματός εἰσιν αἱ Σκυθικαί. καὶ Ἀλκαῖος ἐν η καὶ Σκυθικὰς ὑποδησάμενος. Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. ὄνομα κύριον. Ἰσοκράτης Εὐαγόρᾳ. Σόλοι ἡ μὲν Κυπρικὴ πόλις, ἡ δὲ τῆς Κιλικίας, ὡς ἄλλοι τε ἱστοροῦσι καὶ Ἔφορος ἐν τῇ ε. Ἀντιφῶν ἐν τῷ ἐπιγραφομένῳ ʽἐπιτροπικὸς Τιμο- ʽκράτει. ʼ πόλις ἐστὶ τῆς Βοττικῆς ἡ Σπάρτωλος. Δημοσθένης ὑπὲρ Κτησιφῶντος. λέγεταί τι μικρὸν ὀρνιθάριον κολοιῶδες σπερμολόγος, ὠνομασμένον, ὡς ἔοικεν, ἀπὸ τοῦ τὰ σπέρματα ἀναλέγειν, οὗ μνημονεύει Ἀριστοφάνης ἐν Ὄρνισι. λέγεται οὖν ἀπὸ τούτου ὁ εὐτελὴς καὶ εὐκαταφρόνητος ἄνθρωπος καὶ ἴσως ἀπὸ τῶν ἀλλοτρίων διαζῶν σπερμολόγος. Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως περὶ τοίνυν ὧν Ἀπόληξις κατηγόρηκεν, ὡς στασιώτης ἦν ἐγὼ καὶ ὁ πάππος ὁ ἐμός. ἔοικε νῦν ὁ ῥήτωρ ἰδίως ἐπὶ τοῦ δορυφόρου κεχρῆσθαι τῷ ὀνόματι· ἐν γοῦν τοῖς ἑξῆς φησιν ὅτι οὐκ ἂν τοὺς μὲν τυραννοῦντας ἠδυνήθησαν οἱ πρόγονοι κολάσαι, τοὺς δὲ δορυφόρους ἠδυνάτησαν. Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους. ἔστι δὲ τὸ καλούμενον πατητήριον, ὡς Ἀνδροτίων ἢ Φίλιππος ἐν τῷ Γεωργικῷ. Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. Στεφανηφόρου ἡρῷον, ὡς ἔοικεν, ἦν ἐν ταῖς Ἀθήναις. εἴη δ’ ἂν ὁ Στεφανηφόρος ἤτοι τῶν Ἡρακλέους υἱέων εἷς τῶν γενομένων ἐκ τῶν Θεστίου θυγατέρων, οὗ μνημονεύει Ἑλλάνικος ἐν ι Φορωνίδος· ἢ μήποτε τοῦ Ἀττικοῦ Στεφανηφόρου τὸ ἡρῷον ἦν, οὗ πάλιν ὁ αὐτὸς Ἑλλάνικος ἐν β Ἀτθίδος μέμνηται. Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου ἀντὶ τοῦ τιμῶν. καὶ Λυκοῦργος ἐν τῷ περὶ διοικήσεώς φησιν ἀλλὰ μὴν καὶ Καλλισθένην ρ μναῖς ἐστεφανώσατε. καὶ παρ’ ἄλλοις ἐπὶ ταύτης τῆς ἐννοίας τὸ στεφανοῦν, ὡς παρά τε Θεοπόμπῳ ἐν νζ καὶ Μενάνδρῳ ἐν Αὑτὸν πενθοῦντι. Ὑπερείδης κατ’ Ἀρχεστρατίδου. δῆμος φυλῆς τῆς Πανδιονίδος ἡ Στειριά.