Ancient Greek
ΣΤΡΑΤΗΓΟΙ to ΣΤΡΩΤΗΡ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΣΤΡΑΤΗΓΟΙ-ΣΤΡΩΤΗΡ
Not analysed yet
Δημοσθένης Φιλιππικοῖς. οἱ καθ’ ἕκαστον ἐνιαυτὸν χειροτονούμενοι στρατηγοὶ ι ἦσαν, ὡς μαθεῖν ἔστιν ἔκ τε τῶν Ὑπερείδου κατ’ Αὐτοκλέους καὶ ἐκ τῆς Ἀθηναίων πολιτείας Ἀριστοτέλους. ὄνομα κύριον. Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. πόλις ἐστὶ τῆς Θρᾴκης, ὡς Ἑλλάνικος ἐν β Περσικῶν ὑποσημαίνει. οἱ δὲ πολῖται τῆς Στρέψης καλοῦνται Στρεψαῖοι. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. πλακοῦντος εἶδός ἐστιν οἱ στρεπτοὶ, ὡς καὶ παῤ ἑτέροις. Λυσίας ἐν τῷ ὑπὲρ Δεξιοῦ ἀποστασίου. ὄνομα κύριον. Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου. σατράπης τις βασιλέως ἦν. Δείναρχος Τυρρηνικῷ. νῆσοί τινές εἰσι μεταξὺ Ζακύνθου καὶ Ἤλιδος κείμεναι. Δημοσθένης ἐν τῷ περὶ τοῦ τριηραρχήματος. Ἡρακλείδης ἢ Φιλοστέφανος ἐν τῷ περὶ νήσων φησὶν ἀποικίαι δέ εἰσι Θασίων ἐπὶ τῆς Θρᾴκης Γαληψὸς καὶ Στρύμη ἡ νῆσος. ἔστι δὲ ἐμπόριον Θασίων. μνημονεύει τῶν Θασίων πρὸς Μαρωνείτας περὶ τῆς Στρύμης ἀμφισβητήσεως Φιλόχορος ἐν ε, Ἀρχίλοχον ἐπαγόμενος μάρτυρα. Λυσίας ἐν τῷ κατὰ Λυσιθέου. στύραξ καλεῖται τὸ κάτω τοῦ δόρατος τραχήλιον, ὃ καταπηγνύειν εἰς τὴν γῆν εἰώθασιν, ὡς Θουκυδίδης πού φησι στυρακίῳ ἀκοντίου ἀντὶ βαλάνου χρησάμενος εἰς τὸν μοχλόν. Λυκοῦργος κατ’ Ἰσχυρίου. τὰ μικρὰ δοκίδια τὰ ἐπάνω τῶν δουροδόκων τιθέμενα στρωτῆρας ἔλεγον, ὥς φησι Δίδυμος. ἔστι τοὔνομα καὶ ἐν Βαβυλωνίοις Ἀριστοφάνους.