Ancient Greek
ΤΑΜΥΝΑΙ to ΤΕΤΡΑΚΟΣΙΟΙ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΤΑΜΥΝΑΙ-ΤΕΤΡΑΚΟΣΙΟΙ
Not analysed yet
Αἰσχίνης κατὰ Κτησιφῶντος. πόλις ἐστὶν ἐν Εὐβοίᾳ ἐν τῇ χώρᾳ τῇ Ἐρετριέων αἱ Ταμύναι, ἔνθα καὶ ἱερὸν Ἀπόλλωνος, ὡς οἵ τε τὰ Εὐβοϊκὰ γράψαντες μαρτυροῦσι καὶ Σιμωνίδης ἐν τῷ εἰς Λυσίμαχον τὸν Ἐρετριέα θρήνῳ. Ὑπερείδης ἐν τῷ κατ’ Ἀθηνογένους β. παροιμία ἐστὶ λεγομένη κατὰ τῶν πλείω φερομένων ὧν ἠδίκησαν. Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. τεταρτημόριόν ἐστι τὸ τέταρτον μέρος τοῦ ὀβολοῦ, τουτέστι χαλκοῖ β. Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως. οἱ υ πρὸ ζ ἐτῶν κατέστησαν τῶν λ τυράννων παρ’ Ἀθηναίοις, οἵτινες δ μῆνας ἦρξαν τῆς πόλεως, ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ.