Ancient Greek
ΤΡΙΤΟΜΗΝΙΣ to ΤΥΡΤΑΙΟΣ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΤΡΙΤΟΜΗΝΙΣ-ΤΥΡΤΑΙΟΣ
Not analysed yet
Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. τὴν τρίτην τοῦ μηνὸς τριτομήνιδα ἐκάλουν. δοκεῖ δὲ γεγεννῆσθαι τότε ἡ Ἀθηνᾶ Ἴστρος δὲ καὶ Τριτογένειαν αὐτήν φησι διὰ τοῦτο λέγεσθαι, τὴν αὐτὴν Σελήνην νομιζομένην. Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. τριττύς ἐστι τὸ τρίτον μέρος τῆς φυλῆς· αὕτη γὰρ διῄρηται εἰς γ μέρη, τριττῦς καὶ ἔθνη καὶ φατρίας, ὥς φησιν Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. Ὑπερείδης ἐν τῷ ὑπὲρ Ξενοφίλου. δῆμος τῆς Οἰνηΐδος οἱ Τυρμεῖδαι, ὥς φησι Διόδωρος. Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους. ὁ τῶν ἐλεγείων ποιητής.