Ancient Greek
ΦΑΛΑΓΓΙΑ to ΦΑΝΟΣΤΡΑΤΗ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΦΑΛΑΓΓΙΑ-ΦΑΝΟΣΤΡΑΤΗ
Not analysed yet
Ὑπερείδης ἐν τῷ κατ’ Ἀρισταγόρας β ὅτι τῶν δακετῶν τι ζῷόν ἐστι τὸ φαλάγγιον. δῆλον δὲ ποιεῖ καὶ Ξενοφῶν ἐν α τῶν Ἀπομνημονευμάτων. Λυσίας ἐν τῷ κατὰ Λυσιθέου. Φάληρον δῆμος τῆς Ἀντιοχίδος, ἀφ’ οὗ ὁ δημότης Φαληρεύς. ὄνομα κύριον, τῶν ἐστρατηγηκότων τις. Δημοσθένης κατ’ Ἀνδροτίωνος. Ἀπολλόδωρος ἐν τῷ περὶ τῶν Ἀθήνησιν ἑταιρῶν ταύτην φησὶν ἐπονομάζεσθαι Φθειροπύλην, ἐπειδὴ ἐπὶ τῆς θύρας ἑστῶσα ἐφθειρίζετο.