Ancient Greek
ΧΙΛΙΟΙ ΔΙΑΚΟΣΙΟΙ to ΧΙΛΩΝ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΧΙΛΙΟΙ ΔΙΑΚΟΣΙΟΙ-ΧΙΛΩΝ
Not analysed yet
Ἰσαῖος ἐν τῷ πρὸς Ἰσχόμαχόν φησιν οὐδεὶς Λυσίδης ἐστὶ τῶν διακοσίων καὶ χιλίων. οἱ πλουσιώτατοι Ἀθηναίων χίλιοι καὶ διακόσιοι ἦσαν, οἳ καὶ ἐλειτούργουν. μνημονεύουσι δ’ αὐτῶν καὶ ἄλλοι ῥήτορες καὶ Φιλόχορος ἐν τῇ ς. Λυσίας δ’ ἐν τῷ πρὸς Κλεινίαν καὶ Ἰσαῖος ἐν τῇ ὑπὲρ Νικίου συνηγορίᾳ τῷ ἀπηρτισμένῳ ἀριθμῷ ἐχρήσαντο χιλίους εἰπόντες. Λυκοῦργος ἐν τῷ κατ’ Ἀριστογείτονος ἀντὶ τοῦ χιλίας ὀφλόντα. ὁ δ’ αὐτὸς ῥήτωρ καὶ ἐν τῷ κατὰ Κηφισοδότου φησὶ κεχιλιῶσθαι. ὄνομα κύριον· Αἰσχίνης.