Ancient Greek
Letter a
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ἈΛΕΞΑΝΔΡΟΣ
Not analysed yet
Δημοσθένης ἐν ς Φιλιππικῶν Φησὶν ἡνίκα ἦλθεν Ἀλέξανδρος ὁ τούτων πρόγονος περὶ τούτων κῆρυξ. οὗτός ἐστιν ὁ ἐπικαλούμενος Φιλέλλην, υἱὸς μὲν Ἀμύντου, πατὴρ δὲ Περδίκκου, ἐστρατεύετο δὲ ὑπὸ Μαρδονίῳ, ἀφ’ οὗ καὶ ἐπέμφθη ἐπὶ γῆς καὶ ὕδατος αἴτησιν πρὸς Ἀθηναίους· οἱ δὲ οὐχ ὅπως αὐτῷ προσέσχον τὸν νοῦν, ἀλλὰ καὶ σφόδρα ἀπειλήσαντες ἀπέπεμψαν. ἕτερος δ’ ἐστὶν Ἀλέξανδρος καὶ αὐτὸς Μακεδόνων βασιλεὺς, ἀδελφὸς Φιλίππου πρεσβύτερος, περὶ οὗ Δημοσθένης ἐν τῷ παραπρεσβείας φησὶ καίτοι τῶν ἀποκτεινάντων Ἀλέξανδρον ἦν τὸν ἀδελφὸν τοῦ Φιλίππου οὗτος Ἀπολλοφάνης. ἄλλος δ’ ἐστὶν Ἀλέξανδρος Θετταλὸς, περὶ οὗ πάλιν ὁ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους τί δ’ Ἀλέξανδρον ἐκεῖνον τὸν Θετταλόν; οὗτος δὲ Φεραῖος μέν ἐστι, συνεμάχησαν δ’ αὐτῷ Ἀθηναῖοι κατὰ Θηβαίων, ὅτε δέσμιος ἦν παρ’ αὐτῷ Πελοπίδας. ἄλλος δὲ Ἀλέξανδρος Μολοττὸς, ἀδελφὸς Ὀλυμπιάδος τῆς Φιλίππου γυναικὸς, οὗ πάλιν Δημοσθένης μνημονεύει ἐν ζ Φιλιππικῶν, εἰ γνήσιος ὁ λόγος.