Ancient Greek
ἌΚΤΙΑ to ἈΛΑΣΤΩΡ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ἌΚΤΙΑ-ἈΛΑΣΤΩΡ
Not analysed yet
Ὑπερείδης ἐν τῷ περὶ τοῦ Πολύευκτον στρατηγεῖν. Ἄκτια ἀγὼν παλαιὸς ἦν, ὡς δῆλον ποιεῖ Καλλίμαχος ἐν τῷ περὶ ἀγώνων. αἱ θῆκαι τῶν ἀλαβάστων, ἃς ἐν τῇ συνηθείᾳ μυροθήκας καλοῦσι· Δημοσθένης ἐν τῷ παραπρεσβείας. ἀλάβαστοι δ’ εἰσὶ λήκυθοι ὧν οὐκ ἔστι λαβέσθαι διὰ λειότητα. ὄνομα δήμου. οὗ μηδέποτ’ ἄν τις ἐπιλάθοιτο· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. πολὺ δὲ τοὔνομα ἐν τῇ τραγῳδίᾳ. ἉλΕΑΣ· Δημοσθένης ἐν τῷ παραπρεσβείας. ἔστι δὲ πόλις Θεσσαλική. οἱ δὲ πολῖται Ἁλεῖς.