Ancient Greek
ἈΝΘΥΠΩΜΟΣΑΝ to ἈΝΤΙΓΡΑΦΕΥΣ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ἈΝΘΥΠΩΜΟΣΑΝ-ἈΝΤΙΓΡΑΦΕΥΣ
Not analysed yet
ἀντὶ τοῦ ὑπεῖπον τῇ ὑπωμοσίᾳ Δημοσθένης κατ’ Ὀλυμπιοδώρου. ἀντὶ τοῦ ἀνεξίλαστος Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος. ἀντὶ τοῦ ἀοίκητος Λυκοῦργος κατὰ Λυκόφρονος. ἀντὶ τοῦ ἀντεπιστέλλει Ἰσαῖος ἐν τῷ πρὸς Καλλιππίδην. τοῖς ἀπὸ Ἀντίου πόλεως, ἥτις ἀπέχει Ῥώμης τ σταδίους. ἀντὶ τοῦ ὑπαγορευθέντος Δείναρχος ἐν τῇ κατὰ Πυθέου εἰσαγγελίᾳ. Λυσίας ἐν τῷ πρὸς Νίκαρχον τὸν αὐλητὴν, εἰ γνήσιος, υἱὸς οὗτος ἦν Διονυσίου, ἐνδοξότατος αὐλητής. ὁ καθιστάμενος ἐπὶ τῶν καταβαλλόντων τινὰ τῇ πόλει χρήματα, ὥστε ἀντιγράφεσθαι ταῦτα· Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. διττοὶ δὲ ἦσαν ἀντιγραφεῖς, ὁ μὲν τῆς διοικήσεως, ὥς φησι Φιλόχορος, ὁ δὲ τῆς βουλῆς, ὡς Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ.