Ancient Greek
ἈΠΟΔΙΔΟΜΕΝΟΙ to ἈΠΟΛΗΞΙΣ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ἈΠΟΔΙΔΟΜΕΝΟΙ-ἈΠΟΛΗΞΙΣ
Not analysed yet
Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Σαμοθρᾳκῶν φόρου ἀντὶ τοῦ ἀποδιδόντες. ἑξῆς δέ φησιν ἀποδιδόμεθα ἤτοι ἀντὶ τοῦ ἀποδίδομεν ἢ ἀντὶ τοῦ πιπράσκομεν. ἰδίως τὰ γράμματα καθ’ ἃ ἀποικοῦσί τινες οὕτως ὠνόμασαν· Ὑπερείδης Δηλιακῷ. ἀντὶ τοῦ ἀποφράττεις ἀπολαβών τινα οἰκοδομήματι Δημοσθένης ἐν τῷ πρὸς Καλλικλέα. ἀντὶ τοῦ πιπράσκοντες Δημοσθένης κατ’ Ἀριστοκράτους. Πλάτων Πρέσβεσι σκευάρια δὴ κλέψας ἀπεκήρυξ̓ ἐκφέρων, ἐπώλησεν. ἡ ἀπολογία· Λυσίας. καὶ Δημοσθένης κατ’ Αἰσχίνου ἀπόκριναι γὰρ δεῦρο παρελθών μοι. Εὔπολις Πόλεσιν ὡς ὑμῖν πάντως ἐγὼ ἀποκρινοῦμαι πρὸς τὰ κατηγορούμενα. ἀντὶ ἁπλοῦ τοῦ λαχεῖν Ἀντιφῶν ἐν τῷ κατὰ Φιλίνου, Λυσίας κατὰ Ποσειδίππου. Ἀριστοφάνης Ταγηνισταῖς οὐ μὴν ὅ γε σὸς ἀδελφὸς οὑ ἀπελάγχανεν. ἀντὶ τοῦ νενικηκότες. ἡ μεταφορὰ ἀπὸ τῶν δρομέων· οἱ γὰρ νικῶντες ἀπολείπουσι τοὺς ἡττωμένους. Ἰσοκράτης Παναθηναϊκῷ καὶ Πανηγυρικῷ. εἷς τῶν ισυγγραφέων, ὃν Πλάτων κωμῳδεῖ ἐν Σοφισταῖς.