Ancient Greek
ἈΡΚΤΟΥΡΟΣ to ἈΡΧΑΙΡΕΣΙΑΖΕΙΝ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ἈΡΚΤΟΥΡΟΣ-ἈΡΧΑΙΡΕΣΙΑΖΕΙΝ
Not analysed yet
ἈΡΚΤΟΥΡΟΣ καὶ ἈΡΚΤΟΦΥΔΑΞ· ὁ Βοώτης ὀνομαζόμενος· Λυσίας ἐν τῷ κατὰ Φιλίππου ἐπιτροπῆς. ἰδίως δὲ ὁ ὑπὸ τὴν ζώνην αὐτοῦ ἀστήρ· Ἄρατος καὶ Ἡσίοδος Ἔργοις δηλοῦσιν. Λυκοῦργος ἐν τῇ κατὰ Μενεσαίχμου εἰσαγγελίᾳ. ὁ τὰς ἄρκυς, τουτέστι τὰ λίνα, φυλάττων. ἄρκυς δὲ πάντα τὰ κυνηγετικὰ λίνα· Ξενοφῶν Κυνηγετικῷ, Κρατῖνος Θρᾴτταις. οἱ ὑπὸ Λακεδαιμονίων εἰς τὰς ὑπηκόους πόλεις ἄρχοντες ἐκπεμπόμενοι, ὡς Ἐρατοσθένης ἐν τοῖς περὶ ἀγαθῶν καὶ κακῶν φησί· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. Δείναρχος κατὰ Πυθέου. τέσσαρες μὲν ἐχειροτονοῦντο δι’ εὐγένειαν ἀρρηφόροι, δύο δὲ ἐκρίνοντο, αἳ τῆς ὑφῆς τοῦ πέπλου ἦρχον καὶ τῶν ἄλλων τῶν περὶ αὐτόν. λευκὴν δ᾽ ἐσθῆτα ἐφόρουν. εἰ δὲ χρυσία περιέθεντο, ἱερὰ ταῦτα ἐγίνετο. Δημοσθένης περὶ τῆς Ῥοδίων ἐλευθερίας. δύο γεγόνασιν αὗται, Καρικαὶ γένος καὶ βασιλίδες ἀμφότεραι, ἡ μὲν πρώτη κατὰ τὰ Περσικὰ, θυγάτηρ δ’ ἦν Λυγδάμιδος, ἧς καὶ Ἡρόδοτος μνημονεύει. ἡ δὲ νεωτέρα, ἧς ὁ Δημοσθένης, θυγάτηρ μὲν ἦν Ἑκατόμνω, γυνὴ δὲ καὶ ἀδελφὴ Μαυσώλου, ἥν φησι Θεόπομπος φθινάδι νόσῳ ληφθεῖσαν διὰ τὴν λύπην τὴν ἐπὶ τοῦ ἀνδρὸς καὶ ἀδελφοῦ Μαυσώλου ἀποθανεῖν. ἰδίως τὸ τῆς Ἀρτέμιδος ἄγαλμα· Ὑπερείδης Δηλιακῷ. λέγεται δὲ καὶ ἀκρωτήριόν τι τῆς Εὐβοίας, ὡς Δημοσθένης ὑπὲρ Κτησιφῶντος. Ἀλκέτου μὲν υἱὸς, Μολοττῶν δὲ βασιλεύς· Δημοσθένης Φιλιππικοῖς. τὸ ἀξιοῦν ἑαυτὸν αἱρεθῆναι ἄρχοντα Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου.