Ancient Greek
ἘΓΓΥΘΗΚΗ to ἙΔΩΛΙΑΣΑΙ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ἘΓΓΥΘΗΚΗ-ἙΔΩΛΙΑΣΑΙ
Not analysed yet
φέρεταί τις λόγος ὡς Λυσίου ἐπιγραφόμενος ʽπερὶ ʽτῆς ἐγγυθήκης. ʼ εἴη δ’ ἂν σκεῦός τι πρὸς τὸ κρατῆρας ἢ λέβητας ἤ τι τούτων οὐκ ἀλλότριον ἐπικεῖσθαι ἐπιτήδειον, ὡς Καλλίξενός τε ἐν δ περὶ Ἀλεξανδρείας ὑποσημαίνει καὶ Δαΐμαχος ὁ Πλαταιεὺς ἐν β περὶ Ἰνδικῆς. Λυκοῦργος ἐν τῷ ἐπιγραφομένῳ ʽἀπολογισμὸς ὧν ʽπεπολίτευταἰ ἐπὶ τοῦ συγκαθίσαι. καὶ ἙΔΩΛΙΑ αἱ ἐν ταῖς ναυσὶ καθέδραι· Ἡρόδοτος α.