Ancient Greek
ἘΞΑΓΙΣΤΟΣ to ἘΞΟΡΧΗΣΑΜΕΝΟΣ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ἘΞΑΓΙΣΤΟΣ-ἘΞΟΡΧΗΣΑΜΕΝΟΣ
Not analysed yet
ἀντὶ τοῦ λίαν ἐναγὴς καὶ ἔμπλεως ἄγους. Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ἐπί τινος λιμένος εἴρηκε τοὔνομα. ὁπότε τις ἄγοι τινὰ ὡς δοῦλον, ἔπειτά τις αὐτὸν ὡς ἐλεύθερον ἐξαιροῖτο, ἐξῆν τῷ ἀντιποιουμένῳ τοῦ ἀνθρώπου ὡς δούλου λαγχάνειν ἐξαιρέσεως δίκην τῷ εἰς τὴν ἐλευθερίαν αὐτὸν ἐξαιρουμένῳ· Ἰσαῖος ἐν τῇ ὑπὲρ Εὐμάθους εἰς ἐλευθερίαν ἀφαιρέσει. Αἰσχίνης κατὰ Κτησιφῶντος ὅτι χρυσᾶς ἀσπίδας ἀνέθηκε πρὸς τὸν καινὸν νεὼν πρὶν ἐξαράσασθαι. ἐξαράσασθαι δέ ἐστι τὸ ἐκτελέσαι τὰς ἀρὰς, τουτέστι τὰς εὐχὰς, ἃς ἐπὶ ταῖς ἱδρύσεσι τῶν ναῶν εἰώθασι ποιεῖσθαι. τὸ ἐξελέσθαι τινὰ δι’ ἐγγυητῶν καταστάσεως· Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει διαβεβλήκασι γάρ μου τὸν πατέρα ὡς ἐξένιζε. μήποτε ἀντὶ τοῦ ξένος ἦν, καὶ οὐχ ὡς Δίδυμός φησιν, ἀντὶ τοῦ οὐκ Ἀττικῶς διελέγετο, ἀλλὰ ξενικῶς. ἀντὶ τοῦ κατέβαλλον τὰ πρέμνα, τουτέστι μέχρι ῥιζῶν τὰ στελέχη, Δημοσθένης ἐν τῷ περὶ τοῦ Ἁγνίου κλήρου. ἀντὶ τοῦ ὁρᾶσθαι Δημοσθένης κατὰ Στεφάνου. καὶ ἐν τῷ κατ’ Ἀνδροτίωνος ἐξητάσθης φησὶν ἀντὶ τοῦ ὤφθης, ἑωράθης. Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου. ὁ ἐξηγούμενος τὰ ἱερά. ἔστι δὲ καὶ ἃ πρὸς τοὺς κατοιχομένους νομιζόμενα ἐξηγοῦντο τοῖς δεομένοις. καὶ Δημοσθένης ἐν τῷ κατ’ Εὐέργου καὶ Μνησιβούλου δηλοῖ, πληθυντικῶς τοὺς ἐξηγητὰς πολλάκις ὀνομάζων. ὄνομα κύριον· Δημοσθένης κατ’ Ἀριστοκράτους. ἀντὶ τοῦ φυγὼν καὶ ἀποδράς Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος προσπαίζων ἅμα εἶπε διὰ τὴν τῶν Διονυσίων πομπήν.