Ancient Greek
ἹΠΠΑΣ to ἸΣΟΛΑΙΤΗΣ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ἹΠΠΑΣ-ἸΣΟΛΑΙΤΗΣ
Not analysed yet
Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἀπολλοδώρου κλήρου ἀπεγράψατο μὲν τίμημα μικρὸν ὡς ἱππάδα τελῶν. Ἀριστοτέλης δ’ ἐν Ἀθηναίων πολιτείᾳ φησὶν ὅτι Σόλων εἰς τέτταρα διεῖλε τέλη τὸ πᾶν πλῆθος Ἀθηναίων, πεντακοσιομεδίμνους καὶ ἱππέας καὶ ζευγ̣̔?ʼτας καὶ θῆτας. τῶν οὖν ἱππέων αἱ ἱππάδες. Ἰσαῖος ἐν τῷ πρὸς Καλυδῶνα. Μνασέας ἐν α Εὐρώπης τὴν ἱππίαν Ἀθηνᾶν Ποσειδῶνος εἶναί φησι θυγατέρα καὶ Κορύφης τῆς Ὠκεανοῦ, ἅρμα δὲ πρώτην κατασκευάσασαν διὰ τοῦτο ἱππίαν κεκλῆσθαι. Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον ἀγοράν φησιν εἶναι ἐν Πειραιεῖ καλουμένην Ἱπποδάμειαν ἀπὸ Ἱπποδάμου Μιλησίου ἀρχιτέκτονος τοῦ οἰκοδομησαμένου τοῖς Ἀθηναίοις τὸν Πειραιᾶ. ἼΣΑ ΒΑΙΝΩΝ ΠΥΘΟΚΛΕΙ Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου ἀντὶ τοῦ συνὼν ἀεὶ καὶ μηδὲ βραχὺ ἀφιστάμενος. καὶ ἐν τῷ κατὰ Στεφάνου α φησὶν Ἀριστολόχῳ τῷ τραπεζίτῃ ἴσα βαίνων ἐβάδιζε. Μένανδρος παρ’ αὐτὸν ἴσα βαίνουσ̓ ἑταίρα πολυτελής. Αἰσχίνης κατὰ Κτησιφῶντος ἕτερος δὲ πλεύσας ἰδιώτης εἰς Ῥόδον, ὅτι τὸν φόβον ἀνάνδρως ἤνεγκε, πρώην μέν ποτε εἰσηγγέλθη καὶ ἴσαι αἱ ψῆφοι αὐτῷ ἐγένοντο, εἰ δὲ μία ψῆφος ὑπερέπεσεν, ὑπερώριστο ἂν καὶ ἀπέθανεν. εἷς μέν ἐστι τῶν δέκα ῥητόρων οὗτος, μαθητὴς δὲ Ἰσοκράτους, διδάσκαλος δὲ Δημοσθένους, Ἀθηναῖος τὸ γένος, καθά φησιν Ἕρμιππος ἐν β περὶ τῶν Ἰσοκράτους μαθητῶν. Δημήτριος δ’ ἐν τοῖς περὶ ὁμωνύμων ποιητῶν Χαλκιδέα φησὶν αὐτὸν εἶναι. Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου, εἰ γνήσιος. εἷς τῶν παρὰ Θηβαίοις ἦν πολέμαρχος ἐπιφανής. Ὑπερείδης ἐν τῷ ὑπὲρ Φρύνης. ξενικός τις δαίμων, ᾧ τὰ δημώδη γύναια καὶ μὴ πάνυ σπουδαῖα ἐτέλει.