Ancient Greek
Letter i
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ἽΠΠΑΡΧΟΣ
Not analysed yet
Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. τύραννος ἦν οὗτος Ἐρετρίας. ἕτερος δ’ ἐστὶν Ἵππαρχος περὶ οὗ Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονός φησιν, Ἵππαρχος ὁ Πεισιστράτου. ἄλλος δέ ἐστιν Ἵππαρχος ὁ Χάρμου, ὥς φησι Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους· περὶ δὲ τούτου Ἀνδροτίων ἐν τῇ β φησὶν ὅτι συγγενὴς μὲν ἦν Πεισιστράτου τοῦ τυράννου καὶ πρῶτος ἐξωστρακίσθη τοῦ περὶ τὸν ὀστρακισμὸν νόμου τότε πρῶτον τεθέντος διὰ τὴν ὑποψίαν τῶν περὶ Πεισίστρατον, ὅτι δημαγωγὸς ὢν καὶ στρατηγὸς ἐτυράννησεν. ἄλλος δ’ ἐστὶν Ἵππαρχος ὑποκριτὴς, οὗ μνημονεύει Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας, εἰ γνήσιος. λέγεται δὲ παρ’ Ἀθηναίοις ἵππαρχος καὶ ὁ τῶν ἱππέων ἄρχων· δύο δ’ ἦσαν οὗτοι, ὡς Δημοσθένης ἐν δ Φιλιππικῶν φησὶ καὶ Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ.