Ancient Greek
ὈΒΟΛΟΣΤΑΤΟΙ to ΟΙΝΟΗ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ὈΒΟΛΟΣΤΑΤΟΙ-ΟΙΝΟΗ
Not analysed yet
ἀντὶ τοῦ δανείζοι Λυσίας ἐν τῷ κατὰ Νικίδου, εἰ γνήσιος. ἐν δὲ τῷ πρὸς Λακράτην διασαφῶν φησὶν οὐδ’ ἂν εἰ πολὺ ἐλάττονα τόκον λογίσαιτό τις ἢ ὅσον οὗτοι οἱ ὀβολοστατοῦντες τοὺς ἄλλους πράττονται. ὀβολοστάτας δ’ ἔλεγον τοὺς δανειστὰς, ὡς παρά τε Ὑπερείδῃ ἐν τῷ κατὰ Πολυεύκτου καὶ πολλάκις ἐν τῇ κωμῳδίᾳ. Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους φησὶν ἢ ἐν ὁδῷ καθελών ἀντὶ τοῦ ἐν λόχῳ καὶ ἐνέδρᾳ. τοιοῦτον δὲ εἶναι καὶ τὸ Ὁμηρικόν φασιν ἢ ὁδὸν ἐλθέμεναι. εἰ δὲ ψιλωθείη ἡ προτέρα, σημαίνει τὸν βαθμὸν, ὡς παρὰ Λυσίᾳ ἐν τῷ κατὰ φιλίππου, εἰ γνήσιος ὁ λόγος. Ἰσαῖος ἐν τῷ κατὰ Στρατοκλέους ἀντὶ τοῦ ἀλλότριος, ὡς καὶ παρὰ Πλάτωνι ἐν α Νόμων. Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου. δῆμος τῆς Πανδιονίδος ἡ Οἴη, ὡς Διόδωρος· Οἴηθεν δὲ ἀπὸ τόπου ἐπίρρημα. Φιλόχορος δ’ ἐν τῇ γ τὴν Οἴην Κεφάλου μὲν θυγατέρα, Χάροπος δὲ γυναῖκα ἱστορεῖ. Λυσίας ἐν τῷ κατὰ Θεομνήστου ὥσπερ ἐξηγούμενος τοὔνομα φησὶ τὸ δὲ οἰκέως θεράποντος. ἀντὶ τοῦ δεσμωτήριον Δείναρχος ἐν Τυρρηνικῷ καὶ ἐν τῷ κατὰ Ποσειδίππου, ἀντὶ δὲ τοῦ πορνεῖον Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. ἀντὶ τοῦ μικρῷ τινι οἴκῳ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἐκάλουν δὲ οἱ Ἀττικοὶ τὸ ὑφ’ ἡμῶν λεγόμενον ὀρνιθοτροφεῖον οἰκίσκον· Ἀριστοφάνης Πελαργοῖς, Μεταγένης Αὔραις. ἐκ τούτων δ’ ἔοικε πλανώμενος ὁ Δίδυμος καὶ τὸ Δημοσθενικὸν ἐξηγεῖσθαι. Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονα. μία τῶν δέκα φυλῶν παρ’ Ἀθηναίοις. ΟΙΝΟΗ καὶ ΟΙΝΑΙΟΣ· Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονα καὶ ἔφασαν ἐν Οἰνόῃ ἀκοῦσαι ὅτι μάχη εἴη γεγονυῖα. Οἰνόη δῆμος τῆς Ἱπποθωντίδος πρὸς Ἐλευθέραις, ὁ δὲ τῆς Αἰαντίδος πρὸς Μαραθῶνι· ἀφ’ ἑκατέρου δὲ τῶν δήμων ὁ δημότης Οἰναῖος καλεῖται. μνημονεύοι δ’ ἂν νῦν ὁ ῥήτωρ τοῦ πρὸς Ἐλευθέραις, οὗ καὶ Θουκυδίδης ἐν τῇ β.