Ancient Greek
ὈΛΙΓΩΡΗΣΕΤΕ to ὉΛΟΣΧΟΙΝΩΙ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ὈΛΙΓΩΡΗΣΕΤΕ-ὉΛΟΣΧΟΙΝΩΙ
Not analysed yet
ἀντὶ τοῦ ἀμελήσετε Δημοσθένης Φιλιππικοῖς. ὀλιγωρεῖν γὰρ λέγεται τὸ ὀλίγην ὤραν ἔχειν· ἔστι δὲ τὸ ὀλίγην ἀντὶ τοῦ οὐδὲ ὀλίγην, ὡς ἐν τῷ ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς, ὤρα δ’ ἐστὶν ἡ φροντίς. Αἰσχίνης ἐν τῷ περὶ πρεσβείας. Θεόφραστος δ’ ἐν δ περὶ φυτῶν, εἰπὼν τοῦ σχοίνου τρία εἴδη εἶναι, φησὶν ὡς ὁ τρίτος μεγέθει καὶ εὐσαρκίᾳ διαφέρων ὁλόσχοινος καλεῖται.