Ancient Greek
Letter o
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ὍΤΙ ἑξακισχίλια
Not analysed yet
ὍΤΙ ἑξακισχίλια ἦν τάλαντα τὸ τίμημα τῆς Ἀττικῆς. Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν φησὶν οὕτως ἡμῖν δὲ τὸ τῆς χώρας τίμημα ὑπάρχειν ἀφορμὴν ὀκτακισχίλια τάλαντα ἀκού- σεται. ἤτοι οὖν γραφικὸν ἁμάρτημά ἐστιν, ἢ ἴσως ὁ ῥήτωρ συναρπάζει, ἵνα δοκῇ πλείω τὴν ἀφορμὴν ἔχειν ἡ πόλις εἰς τὸν πρὸς βασιλέα πόλεμον. ὅτι γὰρ ἑξακισχίλια τάλαντα ἦν τὸ τίμημα τῆς Ἀττικῆς καὶ λυθέντος ἐν τοῖς ἑξῆς τοῦ λόγου φησὶν, λογισμὸν αὐτῶν διδοὺς ποικίλως, καὶ Φιλόχορος ἐν ι Ἀτθίδος.