Ancient Greek
ὈΠΙΣΘΟΔΟΜΟΣ to ὈΡΓΑΣ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ὈΠΙΣΘΟΔΟΜΟΣ-ὈΡΓΑΣ
Not analysed yet
Δημοσθένης ἐν τῷ περὶ συντάξεως ἀνέῳξαν δήπου πρώην τινὲς τὸν ὀπισθόδομον. ὁ οἶκος ὁ ὄπισθεν τοῦ νεὼ τῆς Ἀθηνᾶς οὕτω καλεῖται, ἐν ᾧ ἀπετίθεντο τὰ χρήματα. Δημοσθένης ἐν τῷ περὶ συντάξεως. ὀργὰς καλεῖται τὰ λοχμώδη καὶ ὀρεινὰ χωρία καὶ οὐκ ἐπεργαζόμενα, ὅθεν καὶ ἡ Μεγαρικὴ ὀργὰς προσωνομάσθη τοιαύτη τις οὖσα, περὶ ἧς ἐπολέμησαν Ἀθηναῖοι Μεγαρεῦσιν.