Ancient Greek · ~2 min
Fragment 11
Hecataeus of Abderita, Fragmenta 11
Not analysed yet
[10] PLUT. de Is. 6 p. 353 AB οἶνον δ’ οἱ μὲν ἐν Ἡλίου πόλει θεραπεύοντες τὸν θεὸν οὐκ εἰσφέρουσι τὸ παράπαν εἰς τὸ ἱερόν, ὡς οὐ προσῆκον ἡμέρας πίνειν, τοῦ κυρίου καὶ βασιλέως ἐφορῶντος [nämlich Ἡλίου]· οἱ δ’ ἄλλοι χρῶνται μέν, ὀλίγῳ δέ. πολλὰς δ’ ἀοίνους ἁγνείας ἔχουσιν, ἐν αἷς φιλοσοφοῦντες καὶ μανθάνοντες καὶ διδάσκοντες τὰ θεῖα διατελοῦσιν. οἱ δὲ βασιλεῖς καὶ μετρητὸν ἔπινον ἐκ τῶν ἱερῶν γραμμάτων, ὡς Ἑ. ἱστόρηκεν, ἱερεῖς ὄντες. Vgl. DIOD. I 70, 11.