Ancient Greek · ~4 min
Fragment 13a
Hecataeus of Abderita, Fragmenta 13a
Not analysed yet
STEPH. BYZ. Διόσπολις ἡ μεγάλη πόλις τῆς Αἰγυπτίας Θηβαΐδος, ἡ λεγομένη ἑκατόμπυλος, κτίσμα Ὀσίριδος καὶ Ἴσιδος· πρὶν δὲ ὑπὸ Περσῶν ἀφανισθῆναι, φησὶν Ἑκαταῖος, ὅτι μυρίας τρισχιλίας κώμας εἶχε καὶ τριάκοντα, ἀνθρώπων δὲ μυριάδας ἑπτακοσίας, ἀρουρῶν δὲ τόπον μεμετρημένον τρισχιλίων καὶ ἑπτακοσίων, ἑκατὸν δὲ πύλας διακεκοσμημένας, τετρακόσια στάδια τὸ μῆκος. εἰσὶ δὲ καὶἄλλαι μικραὶ ἐν Αἰγύπτῳ τέσσαρες ὧν ἐν τῇ μιᾶι τιθασεύουσι τοὺς κροκοδείλους ἐν ἄντροις καὶ φρέασι σέβοντες μηδὲ τοῦ ποταμοῦ γευόμενοι, μηδ’ εἰ σφόδρα φλέγοιντο. PORPHYR. Quaest. hom. (zu I 383) I 138, 18 Schrad. νῦν δὲ Διόσπολις καλοῦνται αἱ τὸ παλαιὸν Θῆβαι, καί φασι δείκνυσθαι περὶ τὴν Διόσπολιν πολλῶν πυλῶν ἴχνη. ὡς δ’ Ἑκαταῖος ἱστορεῖ, ἡ Διόσπολις ἡ μεγάλη πρὸ τοῦ ὑπὸ Περσῶν ἀφανισθῆναι κώμας μὲν εἶχε τρισμυρίας γ〈τ〉λ, ἀνθρώπων δὲ μυριάδας ψ̄, ἑκατὸν δὲ πύλας διεκοσμεῖτο. ταύτην ἐτείχισε βασιλεὺς Ὄσιρις. τινὲς δέ φασι τῶν ἱερέων, ὅτι ρ̄ εἶχε πύλας, ἐξ ἑκάστης δὲ ὁπλῖται μύριοι, ψ̄ δὲ ἵπποι ἐξεστράτευον.