Ancient Greek · ~3 min
Volume 2b,110,F
Hegemon Epic., Fragmentum 1
Not analysed yet
AELIAN. N A VIII 11: Ἡγήμων ἐν τοῖς Δαρδανικοῖς μέτροις περὶ
Ἀλεύα τοῦ Θετταλοῦ φησι καὶ ἄλλα μέν, ἐν δὲ τοῖς καὶ ὅτι ἠράσθη δράκων αὐτοῦ.
καὶ ὅτι μὲν εἶχε κόμην χρυσῆν ὅδε ὁ Ἀλεύας λέγων τερατεύεται [ὁ Ἡγήμων δηλονότι],
ἐμοὶ δὲ ἔστω ξανθή. καὶ βουκολεῖν μὲν αὐτὸν ἐν τῆι Ὄσσηι φησὶν ὡς ἐν τῆι Ἴδηι
τὸν Ἀγχίσην, παρὰ δὲ τῆι κρήνηι νέμειν τὰς βοῦς τῆι καλουμένηι Αἱμονίαι. Θετταλὴ
δ' ἂν καὶ ἡ κρήνη εἴη. δράκοντα οὖν μεγέθει μέγιστον ἐρασθῆναι τοῦ Ἀλεύα καὶ
ἀνέρπειν ἐς αὐτὸν καὶ τὴν κόμην οἱ καταφιλεῖν καὶ τῆι γλώττηι περιλιχμώμενον τὸ
πρόσωπον τοῦ ἐρωμένου καθαίρειν καὶ δωροφορεῖν αὐτῶι θηρῶντα πάμπολλα.