Ancient Greek
Dfhg-Source dfhg4_HEGESANDER_DELPHUS
HEGESANDER DELPHUS, Fragmenta 32
Not analysed yet
Ἡγήσανδρος δ ̓ ὁ Δελφὸς ἐν Ὑπομνήμασιν, ὧν ἀρχὴ Ἐν τῇ ἀρίστῃ πολιτείᾳ, φησίν· «Ὁ καλούμενος κότταβος παρῆλθεν εἰς τὰ συμπόσια, τῶν περὶ Σικελίαν, ὥς φησι Δικαίαρχος, πρῶτον εἰσαγαγόντων. Τοσαύτη δὲ ἐγένετο σπουδὴ περὶ τὸ ἐπιτήδευμα, ὥστε εἰς τὰ συμπόσια παρεισφέρειν ἆθλα κοττάβια καλούμενα. Εἶτα κύλικες αἱ πρὸς τὸ πρᾶγμα χρήσιμαι μάλιστ ̓ εἶναι δοκοῦσαι κατεσκευάζοντο, καλούμεναι κοτταβίδες. Πρὸς δὲ τούτοις οἶκοι κατεσκευάζοντο κυκλοτερεῖς, ἵνα πάντες, εἰς τὸ μέσον τοῦ κοττάβου τεθέντος, ἐξ ἀποστήματος ἴσου καὶ τόπων ὁμοίων ἀγωνίζοιντο περὶ τῆς νίκης. Οὐ γὰρ μόνον ἐφιλοτιμοῦντο βάλλειν ἐπὶ τὸν σκοπὸν, ἀλλὰ καὶ καλῶς ἕκαστα αὐτῶν. Ἔδει γὰρ εἰς τὸν ἀριστερὸν ἀγκῶνα ἐρείσαντα, καὶ τῇ δεξιᾷ κυκλώσαντα ὑγρῶς ἀφεῖναι τὴν λάταγα· οὕτω γὰρ ἐκάλουν τὸ ἐκπῖπτον ἐκ τῆς κύλικος ὑγρόν· ὥστε ἔνιοι μεῖζον ἐφρόνουν ἐπὶ τῷ καλῶς κοτταζίζειν, τῶν ἐπὶ τῷ ἀκοντίζειν μέγα φρονούντων.»