Ancient Greek
Dfhg-Source dfhg4_HEGESANDER_DELPHUS
HEGESANDER DELPHUS, Fragmenta 41
Not analysed yet
Πύθερμος δὲ ἱστορεῖ, ὥς φησιν Ἡγήσανδρος, καθ ̓ αὑτὸν τὰς συκαμίνους οὐκ ἐνεγκεῖν καρπὸν ἐτῶν εἴκοσι, καὶ γενέσθαι ἐπιδημίαν ποδαγρικὴν τοσαύτην, ὥστε μὴ μόνον ἄνδρας τῷ πάθει ἐνσχεθῆναι, ἀλλὰ καὶ παῖδας καὶ κόρας καὶ εὐνούχους, ἔτι δὲ γυναῖκας. Περιπεσεῖν δὲ οὕτω τὸ δεινὸν καὶ αἰπολίῳ, ὡς τὰ δύο μέρη τῶν προβάτων ἐνσχεθῆναι τῷ αὐτῷ πάθει.