Ancient Greek
Dfhg-Source dfhg4_HEGESANDER_DELPHUS
HEGESANDER DELPHUS, Fragmenta 43
Not analysed yet
Θεόπομπος δ ̓ Εἰρήνῃ, τὰς Τιθρασίας ἐπαινῶν ἰσχάδας, φησὶν οὕτως· Μᾶζαι, πλακοῦντες, ἰσχάδες Τιθράσιαι. Οὕτω δὲ ἦσαν περισπούδαστοι πᾶσιν ἀνθρώποις αἱ ἰσχάδες (ὄντως γὰρ, κατὰ τὸν Ἀριστοφάνην Οὐδὲν γὰρ ὄντως γλυκύτερον τῶν ἰσχάδων), ὡς καὶ Ἀμιτροχάτην, τὸν τῶν Ἰνδῶν βασιλέα, γράψαι Ἀντιόχῳ, ἀξιοῦντα (φησὶν Ἡγήσανδρος) πέμψαι αὐτῷ γλυκὺν, καὶ ἰσχάδας, καὶ σοφιστὴν ἀγοράσαντα. Καὶ τὸν Ἀντίοχον ἀντιγράψαι· «Ἰσχάδας μὲν καὶ γλυκὺν ἀποστελοῦμέν σοι, σοφιστὴν δ ̓ ἐν Ἕλλησιν οὐ νόμιμον πωλεῖσθαι.»