Ancient Greek
Dfhg-Source dfhg4_HEGESANDER_DELPHUS
HEGESANDER DELPHUS, Fragmenta 46
Not analysed yet
Ἀλκυονίδες ἡμέραι· περὶ τοῦ ἀριθμοῦ διαφέρονται. Σιμωνίδης γὰρ ἐν Πεντάθλοις ιαʹ (l. ιδʹ) φησὶν αὐτὰς, καὶ Ἀριστοτέλης ἐν τοῖς Περὶ ζῴων. Δημαγόρας δὲ ὁ Σάμιος ἑπτὰ, Φιλόχορος ἐννέα. Τὸν δὲ ἐπ ̓ αὐταῖς μῦθον Ἀγήσανδρος (Suid. Ἡγήσανδρος) ἐν τοῖς Περὶ *Ὑπομνήμασι λέγει οὕτως· «Ἀλκυονέως τοῦ γίγαντος θυγατέρες ἦσαν [Φθονία], Χθονία, Ἄνθη, Μεθώνη, Ἀλκίππα, Παλλήνη, Δριμὼ, Ἀστερίη. Αὗται μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἀπὸ Καναστραίου, ὅ ἐστιν ἄκρον τῆς Πελλήνης, ἔρριψαν αὑτὰς εἰς τὴν θάλασσαν. Ἀμφιτρίτη δ ̓ αὐτὰς ὄρνιθας ἐποίησε, καὶ ἀπὸ τοῦ πατρὸς Ἀλκυόνες ἐκλήθησαν.» Αἱ δὲ νήνεμοι καὶ γαλήνην ἔχουσαι ἡμέραι ἀλκυονίδες καλοῦνται.