Ancient Greek
Dfhg-Source dfhg4_HEGESANDER_DELPHUS
HEGESANDER DELPHUS, Fragmenta 6
Not analysed yet
Περὶ δὲ Νικησίου τοῦ Ἀλεξάνδρου (Epiri regis) κόλακος Ἡγήσανδρος τάδε ἱστορεῖ· «Ἀλεξάνδρου δάκνεσθαι φήσαντος ὑπὸ μυιῶν καὶ προθύμως αὐτὰς ἀποσοβοῦντος, τῶν κολάκων τις Νικησίας παρὼν, Ἤπου τῶν ἄλλων μυιῶν, εἶπεν, αὗται πολὺ κρατήσουσι, τοῦ τοῦ γευσάμεναι αἵματος.» Ὁ δ ̓ αὐτός φησι καὶ Χειρίσοφον, τὸν Διονυσίου κόλακα, ἰδόντα Διονύσιον γελῶντα μετά τινων γνωρίμων (ἀπεῖχε δ ̓ ἀπ ̓ αὐτῶν πλείω τόπον, ὡς μὴ συνακούειν), συγγελᾶν. Ἐπεὶ δ ̓ ὁ Διονύσιος ἠρώτησεν αὐτὸν, διὰ τίνα αἰτίαν οὐ συνακούων τῶν λεγομένων γελᾷ, «Ὑμῖν, φησὶ, πιστεύω, διότι τὸ ῥηθὲν γελοῖόν ἐστιν.»