Ancient Greek · ~1 min
Fragment 11
Hegesianax Astron. et Epic., Fragmenta 11-2
Not analysed yet
Plutarch. Par. min. c. 23: Καλπούρ-
νιος Κράσσος, ἀνὴρ τῶν ἐπισήμων, Ῥηγούλῳ συστρα-
τευόμενος, ἐπέμφθη εἰς Μασσύλους, πορθήσων φρού-
ριόν τι δυσάλωτον, τοὔνομα Γαραίτιον. Αἰχμάλωτος
δὲ ληφθεὶς, ἔμελλε θύεσθαι τῷ Κρόνῳ. Βισαλτία δὲ,
τοῦ βασιλέως θυγάτηρ, ἐρασθεῖσα προέδωκε τὸν πα-
τέρα, καὶ νικηφόρον ἐκεῖνον ἐποίησεν. Ἀναστρέψαντος
δ' αὐτοῦ, ἡ κόρη κατέσφαξεν ἑαυτήν· ὡς Ἡσιάναξ
(scr. Ἡγησιάναξ) ἐν τρίτῳ Λιβυκῶν.