Ancient Greek
Fragment 2
Hegesianax Astron. et Epic., Fragmenta 2
Not analysed yet
Parthenii Erotic. c. 34: Περὶ Κορύθου. (Ἱστο-
ρεῖ Ἑλλάνικος (fr. 126) Τρωικῶν *καὶ Κεφάλων
ὁ Γεργίθιος.) Ἐκ δὲ Οἰνώνης καὶ Ἀλεξάνδρου παῖς
ἐγένετο Κόρυθος. Οὗτος ἐπίκουρος ἀφικόμενος εἰς Ἴλιον
Ἑλένης ἠράσθη καὶ αὐτὸν ἐκείνη μάλα φιλοφρόνως
ὑπεδέχετο· ἦν δὲ τὴν ἰδέαν κράτιστος· φωράσας δὲ
αὐτὸν ὁ πατὴρ ἀνεῖλεν. Νίκανδρος μέντοι τὸν Κόρυθον
οὐκ Οἰνώνης, ἀλλὰ Ἑλένης καὶ Ἀλεξάνδρου φησὶν γε-
νέσθαι.