Ancient Greek · ~2 min
Fragment 8
Hegesianax Astron. et Epic., Fragmenta 8
Not analysed yet
Dionys. Hal. A. R. I, 72: Κεφάλων
μὲν γὰρ ὁ Γεργίθιος συγγραφεὺς παλαιὸς πάνυ, δευτέρᾳ
γενεᾷ μετὰ τὸν Ἰλιακὸν πόλεμον ἐκτίσθαι φησὶ τὴν
πόλιν ὑπὸ τῶν ἐξ Ἰλίου διασωθέντων σὺν Αἰνείᾳ· οἰ-
κιστὴν δὲ αὐτῆς ἀποφαίνει τὸν ἡγησάμενον τῆς ἀποικίας
Ῥῶμον· τοῦτον δ' εἶναι τῶν Αἰνείου παίδων ἕνα· τέτ-
ταρας δέ φησιν Αἰνείᾳ γενέσθαι παῖδας, Ἀσκάνιον,
Εὐρυλέοντα, Ῥωμύλον, Ῥῶμον. Εἴρηται δὲ Δημα-
γόρᾳ καὶ Ἀγαθύλλῳ καὶ ἄλλοις συχνοῖς ὅ τε χρόνος
καὶ ὁ τῆς ἀποικίας ἡγεμὼν ὁ αὐτός.