Ancient Greek
Play Ade
Hegesippus Comic., Fragmenta 1
Not analysed yet
Βέλτιστε, πολλοῖς πολλὰ περὶ μαγειρικῆς
εἰρημέν' ἐστίν. ἢ λέγων φαίνου τι δή
καινὸν παρὰ τοὺς ἔμπροσθεν ἢ μὴ κόπτ' ἐμέ.
Β. οὐκ ἀλλὰ τὸ πέρας τῆς μαγειρικῆς, Σύρε,
εὑρηκέναι πάντων νόμιζε μόνον ἐμέ.
οὐ γὰρ παρέργως ἔμαθον ἐν ἔτεσιν δυσίν
ἔχων περίζωμ', ἀλλ' ἅπαντα τὸν βίον
ζητῶν κατὰ μέρη τὴν τέχνην ἐξήτακα.
εἴδη λαχάνων ὅσ' ἐστί, βεμβράδων τρόπους,
φακῆς γένη παντοδαπά. τὸ πέρας σοι λέγω·
ὅταν ἐν περιδείπνῳ τυγχάνω διακονῶν,
ἐπὰν τάχιστ' ἔλθωσιν ἐκ τῆς ἐκφορᾶς,
τὰ βάπτ' ἔχοντες, τοὐπίθημα τῆς χύτρας
ἀφελὼν ἐποίησα τοὺς δακρύοντας γελᾶν.
τοιοῦτος ἔνδοθέν τις ἐν τῷ σώματι
διέδραμε γαργαλισμὸς ὡς ὄντων γάμων.
Α. φακῆν παρατιθείς, εἰπέ μοι, καὶ βεμβράδας;
Β. τὰ πάρεργά μου ταῦτ' ἔστιν· ἂν δὲ δὴ λάβω
τὰ δέοντα, καὶ τοὐπτάνιον ἁρμόσωμ' ἅπαξ,
ὅπερ ἐπὶ τῶν ἔμπροσθε Σειρήνων, Σύρε,
ἐγένετο, καὶ νῦν ταὐτὸ τοῦτ' ὄψει πάλιν·
ὑπὸ τῆς γὰρ ὀσμῆς οὐδὲ εἷς δυνήσεται
ἁπλῶς διελθεῖν τὸν στενωπὸν τουτονί·
ὁ δὲ παριὼν πᾶς εὐθέως πρὸς τὴν θύραν
ἑστήξετ' ἀχανής, προσπεπατταλευμένος,
ἄφωνος, ἄχρι ἂν τῶν φίλων βεβυσμένος
τὴν ῥῖν' ἕτερός τις προσδραμὼν ἀποσπάσῃ.
Α. μέγας εἶ τεχνίτης. Β. ἀγνοεῖς πρὸς ὃν λαλεῖς·
πολλοὺς ἐγὼ σφόδρ' οἶδα τῶν καθημένων,
οἳ καταβεβρώκασ' ἕνεκ' ἐμοῦ τὰς οὐσίας.