Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_HEGESIPPUS_MECYBERNAEUS
HEGESIPPUS MECYBERNAEUS, Fragmenta 6
Not analysed yet
Διττὰς δὲ τὰς Εὐρώπας ἀναγράφουσιν ἔνιοι· μίαν μὲν Ὠκεανίδα . . . . ἑτέραν δὲ Φοίνισσαν καὶ Ἀγήνορος . . . Εἰσὶ δὲ οἳ καὶ τρίτην ἀναγράφουσι, καθάπερ Ἡγήσιππος ἐν τοῖς Παλληναικοὶς γράφων οὕτως· «Κάδμος σὺν τῇ μητρὶ τῆς Εὐρώπης Τηλεφάνῃ ἐπῄει πρὸς (περὶ cod.) Ἀθήνας (?)καὶ ἐπυνθάνετο Εὐρώπην ἔχεσθαι ἐν Θρᾴκῃ, καὶ οὕτως ἀφίκετο εἰς τὴν καταντιπέραν ἤπειρον, καὶ ἦρχεν ἐν τῇ χώρᾳ ταύτῃ πάντων. Εὐρώπη [δὲ] τοῦ ἀνδρὸς ἀπολειφθεῖσα οὐχ ἡ Φοίνικος, ἀλλ ̓ ἐπιχωρίας τις γυνὴ, ἀφ ̓ ἧς καὶ ἡ ἤπειρος ἅπασα ἡ πρὸς Βορέαν ἄνεμον Εὐρώπη κέκληται.»