Ancient Greek
669
Hegesippus, Fragmenta (Ex Incerto Libro) 669
Unproofread scanNot analysed yet
καὶ τὸν ὑπατικὸν, πῶς ἑκατὸν εἴκοσι τυγχάνων ἐτῶν, ὑπέμεινε. Καὶ ἐκελεύσθη σταυρωθῆναι. Ἐπὶ τούτοις ὁ αὐτὸς ἀνὴρ διηγούμενος τὰ κατὰ τοὺς δηλουμένους, ἐπιλέγει ὡς ἄρα μέγοι τῶν γὰρ· χρόνων παρθένος καθαρὰ καὶ ἀδιάφθορος ἔμεινεν ἡ Ἐκκλησία, ἐν ἀδήλῳ ποῦ σκότει φωλεύονων εἰσέτι τότε τῶν, εἰ καί τινες ὑπῆρχον, παραφθείρειν ἐπιχειρούντων τὸν ὑγιῆ κανόνα τοῦ σωτηρίου κηρύγματος. Ὡς δ´ ὁ ἱερὸς τῶν Ἀποστόλων χορὸς διάφορον εἰλήφει τοῦ βίου τέλος, παρεληλύθει τε ἡ γενεὰ ἐκείνη τῶν αὐταῖς ἀκοαῖς τῆς ἐνθέου σοφίας ἐπακοῦσαι κατηξιωμένων, τηνικαῦτα τῆς ἀθέου πλάνης τὴν ἀρχὴν ἐλάμβανεν ἡ σύστασις, διὰ τῆς τῶν ἑτεροδιδασκάλων ἀπάτης· οἶ καὶ ἅτε μηδενὸς ἔτι των ἀποστόλων λειπομένου, γυμνῇ λοιπὸν ἥδη τῇ κεφαλῇ, τῷ τῆς ἀληθείας κηρύγματι τὴν ψευδώνυμον γνῶσιν ἀντικηρύττειν ἐπεχείρουν. Οἷς καινοτάφια καὶ ναοὺς ἐποίησαν ὡς μέχρι νῦν· ὧν ἐστι Ἀντίνοος δοῦλος Ἀδριανοῦ Καίσαρος· οὗ καὶ ἀγὼν ἄγεται Ἀντινόειος, ὁ καὶ ἐφ´ ἡμῶν γινόμενος. Καὶ γὰρ καὶ πόλιν ἔκτισεν ἐπώνυμον Ἀντινόου, καὶ προφήτας.