Ancient Greek
2 to 7
HELIODORUS ATHENIENSIS, Fragmenta 2-7
Not analysed yet
Νίκη Ἀθηνᾶ. Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. Ὅτι δὲ Νίκης Ἀθηνᾶς ξόανον ἄπτερον, ἔχον μὲν ἐν τῇ δεξιᾷ ῥόαν, ἐν δὲ τῇ εὐωνύμῳ κράνος, ἐτιμᾶτο παρ ̓ Ἀθηναίοις, δεδήλωκεν Ἡλιόδωρος (ὁ περιηγητὴς add. Suidas et Phot.) ἐν τῷ αʹ Περὶ ἀκροπόλεως. Ἡλιόδωρος δ ̓ ὁ περιηγητὴς ἐν πρώτῳ Περὶ ἀκροπόλεως· «Τῆς τῶν πυρῶν (φησιν) ἑψήσεως ἐπινοηθείσης οἱ μὲν παλαιοὶ πύανον, οἱ δὲ νῦν ὁλόπυρον προσαγορεύουσιν.» Θέτταλος· Λυσίας Κατὰ Νικίδου. Εἷς τῶν Κίμωνος παίδων Θέτταλος ἐκαλεῖτο, ὥς φησιν Ἡλιόδωρος ἐν τῷ Περὶ ἀκροπόλεως. Ἀριστοφάνης δ ̓ ὁ κωμῳδιοποιὸς (ὅν φησιν Ἡλιόδωρος ὁ Ἀθηναῖος ἐν τοῖς περὶ ἀκροπόλεως, πεντεκαίδεκα δ ̓ ἐστὶ ταῦτα βιβλία, Ναυκρατίτην εἶναι γένος) κτλ. Ἡλιόδωρος δέ φησι τὸν Ἐπιφανῆ Ἀντίοχον, ὃν διὰ πράξεις Πολύβιος Ἐπιμανῆ καλεῖ, τὴν κρήνην τὴν ἐν Ἀντιοχείᾳ κεράσαι οἴνῳ· καθάπερ καὶ τὸν Φρύγα Μίδαν φησὶ Θεόπομπος, ὅτε ἑλεῖν τὸν Σειληνὸν ὑπὸ μέθης ἠθέλησεν. Ὀνήτωρ. Ἰσοκράτης ἐν τῷ Περὶ τῆς ἀντιδόσεως. Πρὸς τοῦτον ἂν εἶεν οἱ γεγραμμένοι Δημοσθένους Περὶ τῆς ἐξούλης λόγοι. Ὅτι δὲ τῶν χορηγησάντων ἦν, Ἡλιόδωρος Περὶ τῶν Ἀθήνησι τριπόδων.