Ancient Greek · ~7 min
Book 1
Heliodorus of Emesa, Aethiopica 1.10
Not analysed yet
τέλος δὲ γίνεταί τι τοιοῦτον. Παναθηναίων τῶν μεγάλων ἀγομένων, ὅτε τὴν ναῦν Ἀθηναῖοι ἐπὶ γῆς τῇ Ἀθηνᾷ πέμπουσιν, ἐτύγχανον μὲν ἐφηβεύων, ᾅσας δὲ τὸν εἰωθότα παιᾶνα τῇ θεῷ καὶ τὰ νενομισμένα προπομπεύσας, ὡς εἶχον στολῆς, αὐτῇ χλαμύδι καὶ αὐτοῖς στεφάνοις ἔρχομαι οἴκαδε ὡς ἐμαυτόν. ἣ δὲ ἐπειδὴ τὸ πρῶτον εἶδεν, ἐκτὸς ἑαυτῆς γίνεται, καὶ οὐδὲ ἐσοφίστευεν ἔτι τὸν ἔρωτα, ἀλλ̓ ἀπὸ γυμνῆς τῆς ἐπιθυμίας προσέτρεχε, καὶ περιβαλοῦσα ὁ νέος Ἱππόλυτος, ὁ Θησεὺς ὁ ἐμὸς ἔλεγε. τίνα με οἴεσθε γεγενῆσθαι, ὃς καὶ νῦν ἐρυθριῶ διηγούμενος; ἀλλ̓ ἑσπέρας γενομένης ὁ μὲν πατὴρ εἰς τὸ πρυτανεῖον ἐσιτεῖτο, καὶ ὡς ἂν ἐν τοιαύτῃ πανηγύρει καὶ πότῳ πανδήμῳ καὶ διανυκτερεύειν ἔμελλεν: ἣ δὲ ἐπιγίνεταί μοι νυκτός, καὶ ἐπειρᾶτό τινος τῶν ἀθεμίτων τυγχάνειν. ὡς δὲ παντοίως ἀντεῖχον καὶ πρὸς πᾶσαν θεραπείαν καὶ ὑπόσχεσιν καὶ ἀπειλὴν ἀπεμαχόμην, βαρύ τι καὶ βύθιον στενάξασα ἀπιοῦσα ᾤχετο. καὶ μόνην ἡ παλαμναία τὴν νύκτα ὑπερθεμένη τῶν ἐπιβουλῶν τῶν εἰς ἐμὲ κατήρχετο. καὶ πρῶτον μὲν οὐδὲ διανέστη τότε τῆς εὐνῆς, ἀλλ̓ ἥκοντι τῷ πατρί, καὶ τί τοῦτο πυνθανομένῳ, μαλακῶς τε ἔχειν ἐσκήπτετο καὶ οὐδὲ ἀπεκρίνατο τὴν πρώτην. ὡς δὲ ἐνέκειτο, καὶ τί πεπόνθοι πολλάκις ἀνηρώτα, ὁ θαυμαστός, φησί, καὶ εἰς ἐμὲ νεανίας, ὁ κοινὸς ἡμῶν παῖς, ὃν ἐγὼ πλέον καὶ σοῦ πολλάκις ἠγάπησα ʽκαὶ μάρτυρες οἱ θεοἴ, κύειν με πρὸς τινῶν αἰσθόμενος, ὃ δή σε τέως ἔκρυπτον ἕως ἂν τὸ ἀσφαλὲς γνοίην, τὴν σὴν ἀπουσίαν ἐπιτηρήσας, ταῦτα δὴ τὰ εἰωθότα παραινοῦσαν καὶ σωφρονεῖν παρακελευομένην, μηδὲ πρὸς ἑταίραις ἔχειν τὸν νοῦν καὶ μέθαις ʽοὐ γάρ με ἐλάνθανεν οὕτως ἔχων, σοὶ δὲ οὐκ ἔφραζον, μή τινα λάβοιμι μητρυιᾶς ὑπόνοιαν̓, ταῦτα λέγουσαν μόνην πρὸς μόνον τοῦ μὴ ἐρυθριᾶν αὐτὸν ἕνεκεν, τὰ μὲν ἄλλα ὅσα σέ τε κἀμὲ περιύβρισεν αἰσχύνομαι λέγειν, λὰξ δὲ κατὰ τῆς γαστρὸς ἐναλόμενος οὕτως ἔχειν ὡς ὁρᾷς διέθηκεν.