Ancient Greek · ~7 min
Book 1
Heliodorus of Emesa, Aethiopica 1.11
Not analysed yet
ταῦτα ὡς ἤκουσεν, οὐκ εἶπεν, οὐκ ἠρώτησεν, οὐκ ἀπολογίαν προύθηκεν, ἀλλὰ πιστεύων μηδὲν ἂν ψεύσασθαι κατ̓ ἐμοῦ τὴν οὕτω περὶ ἐμὲ διακειμένην, εὐθὺς ὡς εἶχε, κατά τι μέρος τῆς οἰκίας περιτυχών, οὐδὲν εἰδότα πύξ τε ἔπαιε, καὶ παῖδας προσκαλεσάμενος μάστιξιν ᾐκίζετο, μηδὲ τὸ κοινὸν δὴ τοῦτο διότι ξαινοίμην γινώσκοντα, ὡς δὲ ἐνεπέπληστο τῆς ὀργῆς, ἀλλὰ νῦν γε ἔφην, ὦ πάτερ, εἰ καὶ μὴ πρότερον, δίκαιος ἂν εἴην τὴν αἰτίαν τῶν πληγῶν μανθάνειν. ὃ δὲ μᾶλλον παροξυνθεὶς ὢ τῆς εἰρωνείας φησί: τὰς πράξεις αὑτοῦ τὰς ἀνοσίας παῤ ἐμοῦ βούλεται μανθάνειν. καὶ ἀποστραφεὶς ἐπὶ τὴν Δημαινέτην ἔσπευδεν. ἣ δέ ʽοὔπω γὰρ κεκόρεστὀ δευτέρας ἐπιβουλῆς κατ̓ ἐμοῦ τοιᾶσδε ἥπτετο. Θίσβη παιδισκάριον ἦν αὐτῇ, ψάλλειν τε πρὸς κιθάραν ἐπιστάμενον καὶ τὴν ὄψιν οὐκ ἄωρον. τοῦτο ἐπ’ ἐμὲ καθίησιν, ἐρᾶν μου δῆθεν προστάξασα. καὶ ἤρα παραχρῆμα ἡ Θίσβη, καὶ ἡ πολλάκις πειρῶντά με ἀπωσαμένη τότε παντοίως ἐφείλκετο βλέμμασι νεύμασι συνθήμασιν. ἐγὼ δὲ ὁ μάταιος ἄθροον καλὸς γεγενῆσθαι ἐπεπείσμην, καὶ τέλος ἐπὶ τὸν θάλαμον ἐλθοῦσαν νυκτὸς ὑπεδεχόμην. ἣ δὲ καὶ αὖθις ἐπανῆκε καὶ πάλιν, καὶ τοῦ λοιποῦ συνεχῶς ἐφοίτα. ἐπεὶ δέ ποτε φυλάττεσθαι αὐτῇ τὰ πολλὰ παρῄνουν, μὴ γνωσθείη παρὰ τῆς δεσποίνης, ὦ Κνήμων ἔφη, ὡς λίαν ἁπλοϊκός τις εἶναί μοι δοκεῖς: εἰ γὰρ ἐμὲ θεράπαιναν οὖσαν καὶ ἀργυρώνητον ἡγῇ χαλεπὸν εἶναι σοὶ προσομιλοῦσαν ἁλῶναι, τίνος ἂν ἐκείνην ἀξίαν εἴποις τιμωρίας, ἣ καὶ εὐγενὴς εἶναι φάσκουσα καὶ νόμῳ τὸν συνοικοῦντα ἔχουσα, καὶ θάνατον τὸ τέλος τοῦ παρανομήματος γινώσκουσα, μοιχᾶται; παῦε, ἔφην: οὐ γὰρ ἔχω σοι πιστεύειν. καὶ μήν, εἴ σοι δόξειεν, ἐπ’ αὐτοφώρῳ παραδώσω τὸν μοιχόν. εἰ γὰρ οὕτω βουληθείης, ἔφην. καὶ μὴν βουλήσομαί γε, ἀπεκρίνατο, δοῦ τε ἕνεκεν οὕτω πρὸς αὐτῆς περιυβρισμένου, καὶ ἐμαυτῆς δὲ οὐκ ἔλαττον, ἣ πάσχω τὰ ἔσχατα, ἐφ̓ ἑκάστης ζηλοτυπίαν ματαίαν ἐκείνης ἐπ’ ἐμὲ γυμναζούσης. ἀλλ̓ ὅπως ἀνὴρ ἔσῃ καταλαβών.