Ancient Greek · ~7 min
Book 1
Heliodorus of Emesa, Aethiopica 1.12
Not analysed yet
ἐπεὶ δὲ οὕτως ἕξειν ὑπεσχόμην, τότε μὲν ἀπιοῦσα ᾤχετο, τρίτῃ δὲ ὕστερον νυκτὶ καθεύδοντά με ἐξανίστησι, καὶ τὸν μοιχὸν ἔνδον εἶναι κατεμήνυε, τὸν πατέρα μὲν εἰς ἀγρὸν αἰφνιδίου τινὸς χρείας καλούσης πεπορεῦσθαι λέγουσα, τὸν δέ, οὕτω συγκείμενον αὐτῷ πρὸς τὴν Δημαινέτην, ἄρτι παρεισδεδυκέναι. προσήκειν δὲ καὶ πρὸς ἄμυναν εὐτρεπίζεσθαι καὶ ξιφήρη ποιεῖσθαι τὴν ἔφοδον τοῦ μὴ διαδρᾶναι τὸν ὑβριστήν. ἐποίουν οὕτως, καὶ λαβὼν ἐγχειρίδιον, τῆς Θίσβης ἡγουμένης καὶ δᾷδας προαπτούσης, ἐπὶ τὸν θάλαμον ᾔειν. ἐπεὶ δὲ ἐπέστην, λύχνου τέ τινος ἔνδοθεν αὐγὴ διεξέπιπτε, καὶ τὰς θύρας ἐπικειμένας, ὡς ὀργῆς εἶχον, ἐρραγεὶς ἀνοίγω. καὶ εἰσδραμών, ποῦ ποτὲ ὁ ἀλιτήριος, ἐβόων, ὁ λαμπρὸς τῆς πάντα σωφρονούσης ἐρώμενος; καὶ ἅμα λέγων ἐπῄειν ὡς ἄμφω διαχειρισόμενος. ἐκ δὲ τῆς εὐνῆς ὁ πατήρ, ὦ θεοί, περιτραπεὶς προσπίπτει μου τοῖς γόνασι, καὶ ὦ τέκνον, ἐπίσχες μικρόν, ἔλεγεν: οἴκτειρον τὸν γεννήσαντα φεῖσαι πολιῶν αἵ σε ἀνέθρεψαν. ὑβρίσαμέν σε, ἀλλ̓ οὐ μέχρι θανάτου τιμωρητέοι. μὴ γίνου τῆς ὀργῆς ὅλος, μηδὲ φόνῳ πατρῴῳ χεῖρας μιάνης τὰς σάς. ὃ μὲν ταῦτα καὶ ἕτερα πρὸς τούτοις ἐλεεινῶς ἱκέτευεν, ἐγὼ δὲ ὥσπερ τυφῶνι βληθείς, αὖος ἀπόπληκτος εἱστήκειν. τὴν Θίσβην περιέβλεπον, οὐκ οἶδ̓ ὅπως ἑαυτὴν ὑποστείλασαν: τὴν κλίνην καὶ τὸν θάλαμον ἐν κύκλῳ περιεσκόπουν, εἰπεῖν τι διαπορῶν, πρᾶξαι ἀμηχανῶν. ἐκπίπτει μου καὶ τὸ ξίφος τῶν χειρῶν. καὶ τὸ μὲν ἡ Δημαινέτη προσδραμοῦσα σπουδαίως ἀνήρπασεν: ὁ δὲ πατὴρ ἐν τῷ ἀκινδύνῳ γεγονὼς ἐπιβάλλει τέ μοι τὰς χεῖρας καὶ δεσμεῖν ἐκέλευε, πολλὰ τῆς Δημαινέτης παροξυνούσης, καὶ οὐ ταῦτα ἦν ἃ προηγόρευον; βοώσης, ὡς φυλάττεσθαι προσήκει τὸ μειράκιον, ὡς ἐπιβουλεύσει καιροῦ λαβόμενον; ἑώρων τὸ βλέμμα, συνίην τῆς διανοίας. ὃ δὲ προηγόρευες εἰπών, ἀλλ̓ ἠπίστουν, τότε μὲν ἐν δεσμοῖς εἶχε, λέγειν τι βουλομένῳ τῶν ὄντων καὶ φράζειν οὐκ ἐπιτρέψας.