Ancient Greek · ~5 min
Book 1
Heliodorus of Emesa, Aethiopica 1.21
Not analysed yet
τίς οὖν γένοιτ̓ ἄν, ὦ παρόντες, γάμος ἁρμοδιώτερος τοῦ προφητικοῦ τὴν ἱερωμένην λαμβάνοντος; ἐπευφήμησαν ἅπαντες, καὶ γαμεῖν ἐπ’ αἰσίοις ἐκέλευον. ὃ δὲ ἀναλαβὼν τὸν λόγον, ὑμῖν μὲν ἔχω τὴν χάριν, ἔφη: εἰκότα δ̓ ἂν ποιοῖμεν, εἰ καὶ τὴν γνώμην ὅπως ἔχει πρὸς τοῦτο τῆς κόρης μάθοιμεν. εἰ μὲν γὰρ ἔδει τῷ τῆς ἀρχῆς ἀποχρήσασθαι νόμῳ, πάντως ἐξήρκει μοι τὸ βούλεσθαι βιάζεσθαι γὰρ οἷς ἐξόν, τὸ πυνθάνεσθαι περιττόν. εἰ δὲ γάμος τὸ γινόμενον, τὸ παῤ ἀμφοτέρων βούλημα συννεύειν ἀναγκαῖον. καὶ ἀποστρέψας τὸν λόγον, πῶς οὖν ἔχεις ὦ κόρη πρὸς τὸ συνοικεῖν ἡμῖν; διηρώτα. καὶ ἅμα τίνες εἶεν ἢ ἐκ τίνων, φράζειν ἐκέλευεν. ἣ δὲ πολύν τινα χρόνον τὸ βλέμμα τῇ γῇ προσερείσασα, καὶ πυκνὰ τὴν κεφαλὴν ἐπισείουσα, λόγον τινὰ καὶ ἐννοίας ἀθροίζειν ἐῴκει: καὶ δή ποτε πρὸς τὸν Θύαμιν ἀντωπήσασα, καὶ πλέον ἤ πρότερον αὐτὸν τῷ κάλλει καταστράψασα ʽκαὶ γὰρ πεφοίνικτο τὴν παρειὰν ὑπὸ τῶν ἐνθυμημάτων πλέον ἢ σύνηθες, καὶ τὸ βλέμμα κεκίνητο πρὸς τὸ γοργότερον̓, ἑρμηνεύοντος τοῦ Κνήμωνος, μᾶλλον, ἔφη, ὁ μὲν λόγος ἥρμοζεν ἀδελφῷ τῷ ἐμῷ Θεαγένει τούτῳ: πρέπειν γὰρ οἶμαι γυναικὶ μὲν σιγὴν ἀνδρὶ δὲ ἀπόκρισιν ἐν ἀνδράσιν: