Ancient Greek
Book 1
Heliodorus of Emesa, Aethiopica 1.22
Not analysed yet
ἐπειδὴ δὲ κἀμοὶ λόγου μεταδεδώκατε, καὶ τοῦτο πρῶτον ἔνδειγμα φιλανθρωπίας παρέχεσθε, τὸ πειθοῖ μᾶλλον ἢ βίᾳ τῶν δικαίων πειρᾶσθαι τυγχάνειν, ἄλλως τε διότι καὶ τὸ πᾶν εἰς ἐμὲ τείνει τῶν εἰρημένων, ἐκβαίνειν ἀναγκάζομαι τοὺς ἐμαυτῆς τε καὶ παρθένων νόμους, καὶ πρὸς τὴν πεῦσιν τοῦ κρατοῦντος ἀποκρίνασθαι, περὶ γάμου καὶ ταῦτα καὶ ἐν ὁμίλῳ τοσούτων ἀνδρῶν. ἔστι δὲ τὰ περὶ ἡμῶν τοιάδε. γένος μέν ἐσμεν Ἴωνες, Ἐφεσίων δὲ τὰ πρῶτα γεγονότες καὶ ἀμφιθαλεῖς ὄντες, νόμου τοὺς τοιούτους καλοῦντος ἱερατεύειν, ἐγὼ μὲν Ἀρτέμιδος, Ἀπόλλωνος δὲ ὁ ἐμὸς ἀδελφὸς οὗτος ἐλαγχάνομεν. ἐπετείου δὲ τῆς τιμῆς οὔσης καὶ τοῦ χρόνου πληρουμένου θεωρίαν εἰς Δῆλον ἤγομεν, ἔνθα μουσικούς τε καὶ γυμνικοὺς ἀγῶνας διαθήσεσθαι καὶ τὴν ἱερωσύνην ἀποθήσεσθαι κατά τι-πάτριον ἐμέλλομεν. ὁλκὰς οὖν ἐπληροῦτο χρυσοῦ τε καὶ ἀργύρου καὶ ἐσθήτων καὶ τῶν ἄλλων ὅσα πρός τε τοὺς ἀγῶνας καὶ τὴν πάνδημον εὐωχίαν ἐπαρκέσειν ἔμελλε, καὶ ἀνηγόμεθα, τῶν μὲν πατέρων γήραι τε προηκόντων καὶ δέει τοῦ πλοῦ καὶ τῆς θαλάττης οἴκαδε καταμεινάντων, ἄλλων δὲ πολιτῶν εἰς πλῆθος τῶν μὲν κατὰ τὴν αὐτὴν ὁλκάδα συνεισβάντων, τῶν δὲ σκάφεσιν ἰδίοις χρωμένων. ἐπεὶ δὲ τὸ πολὺ τοῦ πλοῦ διήνυστο, κλυδώνιον ἀθρόως ἐμπεσὸν καὶ ἄνεμος ἐξώστης καὶ λαίλαπες συμμιγεῖς καὶ πρηστῆρες τὴν θάλατταν καταιγίζουσαι, τὴν ναῦν τοῦ εὐθέος παραφέρουσι, τοῦ κυβερνήτου πρὸς τὸ ὑπερβάλλον κακὸν ἐνδόντος καὶ τῷ βιαίῳ τῆς ὁλκάδος ἐκστάντος καὶ τῇ τύχῃ κυβερνᾶν ἐπιτρέψαντος. ἠγόμεθα οὖν ὑπὸ τοῦ ἀεὶ πνέοντος ἡμέρας μὲν ἑπτὰ νύκτας δὲ ἴσας, καὶ τέλος εἰς τὴν ἀκτὴν ἐξωκείλαμεν ἔνθα πρὸς ὑμῶν ἑάλωμεν: οὗ καὶ τὸν πολὺν ἑωράκατε φόνον, τῶν ναυτῶν ἡμῖν παρὰ τὴν εὐωχίαν, ἣν ἐπὶ σωτηρίοις ἤγομεν, ἐπιθεμένων, ἀνελεῖν τε διὰ τὰ χρήματα βουλευσαμένων, ἕως σὺν πολλῷ τῷ κακῷ καὶ ὀλέθρῳ τῶν οἰκείων ὁμοῦ πάντων, αὐτῶν δὲ ἐκείνων ὀλλύντων καὶ ὀλλυμένων, ἐπεκρατήσαμεν ἐξ ἁπάντων, ὡς μή ποτε ὄφελον, οἰκτρὸν περισωθέντες λείψανον, ἓν μόνον ἐν δυστυχήμασιν εὐπραγοῦντες, ὅτι θεῶν τις εἰς χεῖρας τὰς ὑμετέρας ἤγαγε καὶ οἱ περὶ θανάτου δεδιότες περὶ γάμου σκοπεῖν ἐπετράπημεν, ὃν οὐ βούλομαι κατ̓ οὐδένα τρόπον ἀρνήσασθαι: τό τε γὰρ αἰχμάλωτον οὖσαν τῆς τοῦ κρατοῦντος εὐνῆς ἀξιοῦσθαι πᾶσαν εὐδαίμονα τύχην ὑπερβέβληκε, τό τε θεοῖς ἀνακειμένην προφήτου παιδὶ μετ̓ ὀλίγον θεοῦ νεύοντος καὶ προφήτῃ συνοικεῖν οὐ παντάπασιν ἔοικεν εἶναι τῆς ἐκ τοῦ θείου κηδεμονίας ἄμοιρον. ἕν μόνον αἰτῶ, καὶ δὸς ὦ Θύαμι. συγχώρησον εἰς ἄστυ με πρότερον ἐλθοῦσαν, ἢ ἔνθα βωμὸς ἢ ναὸς Ἀπόλλωνι νενόμισται, τὴν ἱερωσύνην καὶ τὰ ταύτης ἀποθέσθαι σύμβολα. βέλτιον μὲν γὰρ εἰς Μέμφιν, ὅταν καὶ τὴν τιμὴν ἀνακτήσῃ τῆς προφητείας: οὕτω καὶ ὁ γάμος εὐθυμότερος ἂν ἄγοιτο, νίκῃ συναπτόμενος καὶ ἐπὶ κατορθουμένοις τελούμενος: εἰ δὲ καὶ πρότερον, ἐν σοὶ καταλείψω τὴν σκέψιν. μόνον τελεσθείη μοι τὰ πάτρια πρότερον. καὶ οἶδα ὡς ἐπινεύσεις, ἱεροῖς τε ἐκ παίδων, ὡς φῄς, ἀνακείμενος, καὶ τὸ περὶ τοὺς θεοὺς ὅσιον ἀποσεμνύνων.