Ancient Greek · ~7 min
Book 10
Heliodorus of Emesa, Aethiopica 10.13
Not analysed yet
καὶ ἅμα λέγουσα τὴν συνεκτεθεῖσαν ἑαυτῇ ταινίαν ὑπὸ τῇ γαστρὶ φέρουσα προύφερέ τε, καὶ ἀνειλήσασα τῇ Περσίνῃ προσεκόμιζεν. ἣ δὲ ἐπειδὴ τὸ πρῶτον εἶδεν, ἀχανής τε καὶ αὖος ἐγεγόνει, καὶ χρόνον ἐπὶ πλεῖστον τὰ ἐγγεγραμμένα τῇ ταινίᾳ καὶ τὴν κόρην αὖθις ἐν μέρει περιεσκόπει. τρόμῳ τε καὶ παλμῷ συνείχετο, καὶ ἱδρῶτι διερρεῖτο, χαίρουσα μὲν ἐφ̓ οἷς εὕρισκεν, ἀμηχανοῦσα δὲ πρὸς τὸ παῤ ἐλπίδας ἄπιστον, δεδοικυῖα δὲ τὴν ἐξ Ὑδάσπου τῶν φανερουμένων ὑποψίαν τε καὶ ἀπιστίαν, ἢ καὶ ὀργήν, ἂν οὕτω τύχῃ, καὶ τιμωρίαν. ὥστε καὶ τὸν Ὑδάσπην ἐνορῶντα εἰς τὸ θάμβος καὶ τὴν συνέχουσαν ἀγωνίαν, ὦ γύναι, εἰπεῖν, τί ταῦτα, ἢ τί πέπονθας πρὸς τὴν δεικνυμένην γραφήν; ἣ δέ, ὦ βασιλεῦ, εἶπε, καὶ δέσποτα καὶ ἄνερ, ἄλλο μὲν οὐδὲν ἂν εἴποιμι πλέον, λαβὼν δὲ ἀναγίνωσκε: διδάσκαλός σοι πάντων ἡ ταινία γενήσεται. καὶ ἐπιδοῦσα αὖθις ἐσιώπα, κατηφήσασα. δεξάμενος γοῦν ὁ Ὑδάσπης, καὶ πλησίον παρεῖναι καὶ συνεπιλέγεσθαι τοὺς Γυμνοσοφιστὰς παρακαλέσας, ἐπῄει τὴν γραφήν, πολλὰ μὲν αὐτὸς θαυμάζων, πολλὰ δὲ καὶ τὸν Σισιμίθρην ἐκπεπληγμένον καὶ μυρίας τροπὰς τῆς διανοίας ἐκ τῶν ὄψεων ἐμφαίνοντα ὁρῶν, συνεχές τε εἰς τὴν ταινίαν καὶ τὴν Χαρίκλειαν ἀτενίζοντα. καὶ τέλος, ἐπειδὴ τήν τε ἔκθεσιν ἐδιδάχθη καὶ τὴν αἰτίαν τῆς ἐκθέσεως ὁ Ὑδάσπης, ἀλλ̓ ὅτι μὲν ἐτέχθη μοι κόρη τις, ἔφη, γινώσκω, καὶ ἀποθανοῦσαν τότε πυθόμενος, ὡς αὐτὴ Περσῖνα ἔλεγεν, ἐκτεθεῖσθαι νυνὶ μανθάνω: τίς δὲ ὁ ἀνελόμενος καὶ διασώσας καὶ θρέψας; τίς δὲ ὁ διακομίσας εἰς Αἴγυπτον, οὗ καὶ αἰχμάλωτος εἴληπται; ἢ πόθεν ὅλως ὅτι αὕτη ἐκείνη, καὶ μὴ διέφθαρται μὲν τὸ ἐκτεθέν, τοῖς δὲ γνωρίσμασιν ἐπιτυχών τις ἀποκέχρηται τοῖς ἐκ τῆς τύχης; μή τις δαίμων ἡμῖν ἐπιπαίζει, καὶ ὥσπερ προσωπεῖον τῇ κόρῃ ταῦτα περιθεὶς ἐντρυφᾷ τῇ ἡμετέρᾳ περὶ τεκνοποιίαν ἐπιθυμίᾳ, καὶ νόθον ἡμῖν ὑποβολιμαῖον εἰσποιεῖ διαδοχήν, καθάπερ νέφει τῇ ταινίᾳ τὴν ἀλήθειαν ἐπισκιάζων.