Ancient Greek · ~6 min
Book 10
Heliodorus of Emesa, Aethiopica 10.12
Not analysed yet
τοῦ δὲ θαυμάζοντος καὶ πλάττεσθαι λέγοντος, ἡ Χαρίκλεια, τὰ μικρότερα, ἔφη, θαυμάζεις, τὰ μείζονα δὲ ἐστὶν ἕτερα: οὐ γὰρ ἐγχώριος μόνον, ἀλλὰ καὶ γένους τοῦ βασιλείου τὰ πρῶτα καὶ ἐγγύτατα. καὶ αὖθις τοῦ Ὑδάσπου διαπτύοντος ὡς φληνάφους τοὺς λόγους, παῦσαι, εἶπεν, ὦ πάτερ, θυγατέρα τὴν σὴν ἐκφαυλίζων. ὁ δὴ βασιλεὺς τὸ ἐντεῦθεν οὐχ ὑπερορῶν τὰ λεγόμενα μόνον ἀλλ̓ ἤδη καὶ ἀγανακτῶν ἐφαίνετο, χλεύην: τὸ πρᾶγμα καὶ ὕβριν ποιούμενος. καὶ ὦ Σισιμίθρη καὶ οἱ λοιποί, ἔλεγεν, ὁρᾶτε οἷ περιέστη τὰ τῆς ἀνεξικακίας; ἢ γὰρ οὐκ ἄντικρυς μανίαν ἡ κόρη νοσεῖ, παρατόλμοις πλάσμασι τὸν θάνατον πειρωμένη διώσασθαι, θυγατέρα ἐμὴν ὥσπερ ἐπὶ σκηνῆς ἐξ ἀπόρων ἑαυτὴν καὶ οἷον ἐκ μηχανῆς ἀναφαίνουσα, τοῦ μηδεπώποτε, ὡς ἴστε, παίδων γονὴν εὐτυχήσαντος, ἅπαξ δέ που μόνον ὁμοῦ τε ἀκηκοότος καὶ ἀποβαλόντος. ὥστε ἀγέτω τις, μηδὲ ἐπὶ πλέον ἐπινοείτω τῇ θυσίᾳ τὴν ὑπέρθεσιν. οὐκ ἄξει οὐδείς, ἀνεβόησεν ἡ Χαρίκλεια, τέως ἂν μὴ τοῦτο κελεύωσιν οἱ δικάζοντες. σὺ δὲ δικάζῃ τὸ παρόν, οὐ ψῆφον φέρεις. ξενοκτονεῖν μὲν ἴσως, ὦ βασιλεῦ, ὁ νόμος ἐπιτρέπει, τεκνοκτονεῖν δὲ οὔθ̓ οὗτος οὔθ̓ ἡ φύσις σοι πάτερ ἐφίησι. πατέρα γάρ σε τήμερον οἱ θεοὶ καὶ ἀρνούμενον ἀναδείξουσι. πᾶσα δίκη καὶ κρίσις, ὦ βασιλεῦ, δύο τὰς μεγίστας ἀποδείξεις οἶδε, τάς τε ἐγγράφους πίστεις καὶ τὰς ἐκ μαρτύρων βεβαιώσεις. ἄμφω σοι τοῦ θυγάτηρ ὑμετέρα εἶναι παρέξομαι, μάρτυρα μὲν οὐχ ἕνα τῶν πολλῶν ἀλλ̓ αὐτόν γε δὴ τὸν δικάζοντα προκαλουμένη ʽμεγίστη δ̓ ἔοικε τῷ λέγοντι πίστις ἡ τοῦ διαιτῶντος γνῶσισ̓, γράμματα δὲ τάδε τύχης τῆς ἐμῆς καὶ ὑμῶν διηγήματα προϊσχομένη.