Ancient Greek · ~5 min
Book 10
Heliodorus of Emesa, Aethiopica 10.17
Not analysed yet
καὶ ταῦτα εἰπὼν ὃ μὲν ἐπέβαλε τῇ Χαρικλείᾳ τὰς χεῖρας, ἄγειν μὲν ἐπὶ τοὺς βωμοὺς καὶ τὴν ἐπ’ αὐτῶν πυρκαϊὰν ἐνδεικνύμενος, πλείονι δὲ αὐτὸς πυρὶ τῷ πάθει τὴν καρδίαν σμυχόμενος, καὶ τὴν ἐπιτυχίαν τῶν ἐνηδρευμένων τῇ δημηγορίᾳ λόγων ἀπευχόμενος. τὸ δὲ πλῆθος τῶν Αἰθιόπων ἐσείσθη πρὸς τὰ εἰρημένα, καὶ οὐδὲ πρὸς βραχὺ τῆς Χαρικλείας ἀγομένης ἀνασχόμενοι μέγα τι καὶ ἀθρόον ἐξέκραγον, σῶζε τὴν κόρην ἀναβοῶντες, σῶζε τὸ βασίλειον αἷμα, σῶζε τὴν ὑπὸ θεῶν σωθεῖσαν. ἔχομεν τὴν χάριν, πεπλήρωται ἡμῖν τὸ νόμιμον. ἐγνωρίσαμεν ὡς βασιλέα: γνώριζε καὶ σὺ σαυτὸν ὡς πατέρα. ἱλήκοιεν οἱ θεοὶ τῆς δοκούσης παρανομίας. πλέον παρανομήσομεν ἀνθιστάμενοι τοῖς ἐκείνων βουλήμασι. μηδεὶς ἀναιρείτω τὴν ὑπ’ ἐκείνων περισωθεῖσαν. ὁ τοῦ δήμου πατὴρ γίγνου καὶ κατ̓ οἶκον πατήρ. καὶ μυρίας ἐπὶ τούτοις καὶ ὁμοίας φωνὰς ἱέντες, τέλος καὶ ἔργῳ ἔργῳ τὸ κωλύειν ἐπεδείκνυντο, προϊστάμενοί τε καὶ ἀνθιστάμενοι, καὶ διὰ τῶν ἄλλων θυσιῶν ἱλάσκεσθαι τὸ θεῖον αἰτοῦντες. ὁ δὲ Ὑδάσπης ἑκών τε καὶ χαίρων προσίετο τὴν ἧτταν, τὴν εὐκτὴν ταυτηνὶ βίαν αὐθαίρετος ὑπομένων, καὶ τοὺς δήμους ἐπαλλήλοις ταῖς ἐκβοήσεσι χρονιώτερον ἐντρυφῶντας καὶ ταῖς εὐφημίαις ἀγερωχότερον ἐπισκιρτῶντας ὁρῶν τοῖς μὲν ἐμφορηθῆναι τῆς ἡδονῆς ἐνεδίδου, κατασταλῆναί ποτε πρὸς ἡσυχίαν ἑκόντας ἀναμένων,