Ancient Greek · ~5 min
Book 10
Heliodorus of Emesa, Aethiopica 10.18
Not analysed yet
αὐτὸς δὲ πλησιαίτερον τῇ Χαρικλείᾳ παραστάς, ὦ φιλτάτη, ἔλεγεν, ἐμὴν μὲν εἶναί σε θυγατέρα τά τε γνωρίσματα ἐμήνυσε καὶ ὁ σοφὸς Σισιμίθρης ἐμαρτύρησε καὶ τὸ τῶν θεῶν εὐμενὲς πρὸ πάντων ἀνέδειξεν. ἀλλ̓ οὑτοσὶ τίς ποτέ ἐστιν ὁ σοὶ μὲν ἅμα συλληφθεὶς καὶ εἰς τὰς ἐπινικίους σπονδὰς τοῖς θεοῖς συμφυλαχθείς, νυνὶ δὲ τοῖς βωμοῖς εἰς τὴν ἱερουργίαν προσιδρυμένος; ἢ πῶς αὐτὸν ἀδελφὸν ὠνόμαζες, ὅτε μοι τὸ πρῶτον κατὰ τὴν Συήνην προσήχθητε; οὐ γὰρ δή που καὶ αὐτὸς ἡμέτερος υἱὸς εὑρεθήσεται: ἅπαξ γὰρ Περσῖνα καὶ σὲ μόνην ἐκυοφόρησε. καὶ ἡ Χαρίκλεια σὺν ἐρυθήματι κάτω νεύσασα, τὸν μὲν ἀδελφὸν ἐψευσάμην, ἔφη, τῆς χρείας τὸ πλάσμα συνθείσης: ὅστις δέ ἐστιν ἀληθῶς, αὐτὸς ἂν λέγοι βέλτιον. ἀνήρ τε γάρ ἐστι, καὶ εὐθαρσέστερον ἐμοῦ τῆς γυναικὸς ἐξαγορεύειν οὐκ αἰσχυνθήσεται. καὶ ὁ Ὑδάσπης μὴ συμβαλὼν τὸν νοῦν τῶν εἰρημένων, σύγγνωθι, ἔφη, θυγάτριον, κατερυθριάσασα δἰ ἡμᾶς παρθενικῆς αἰδοῦς ἀνοίκειον πεῦσιν ὑπὲρ νεανίου σοι προσαγαγόντας. ἀλλὰ σὺ μὲν κατὰ τὴν σκηνὴν ἅμα τῇ μητρὶ κάθησο, ἐνευφραίνεσθαί τέ σοι παρέχουσα, πλέον ἢ ὅτε σε ἔτικτεν ὠδινούσῃ τὴν ἐπὶ σοὶ τὸ παρὸν ἀπόλαυσιν, καὶ τοῖς κατὰ σαυτὴν διηγήμασι παρηγοροῦσα: ἡμῖν δὲ τῶν ἱερείων μελήσει, τῆς ἀντὶ σοῦ σφαγιασθησομένης ἅμα τῷ νεανίᾳ παντοίως, εἴ τινα εὕροιμεν ἀνταξίαν, ἐπιλεχθείσης.