Ancient Greek
Book 10
Heliodorus of Emesa, Aethiopica 10.2
Not analysed yet
πρὸς μὲν τοὺς σοφούς, οἳ Γυμνοσοφισταὶ κέκληνται, σύνεδροί τε καὶ σύμβουλοι τῶν πρακτέων τῷ βασιλεῖ γινόμενοι, τοιάδε. τῷ θειοτάτῳ σὐνεδρίῳ βασιλεὺς Ὑδάσπης. τὴν νίκην ὑμῖν τὴν κατὰ Περσῶν εὐαγγελίζομαι, οὐκ ἀλαζονευόμενος τὸ κατόρθωμα ʽτὸ γὰρ ὀξύρροπον τῆς τύχης ἱλάσκομαἰ, ἀλλὰ τὴν προφητείαν ὑμῶν ἀεί τε καὶ τὸ παρὸν ἐπαληθεύουσαν τῷ γράμματι προδεξιούμενος. ἥκειν ουν ὑμᾶς εἰς τὸν εἰωθότα τόπον καὶ παρακαλῶ καὶ δυσωπῶ, τὰς εὐχαριστηρίους τῶν ἐπινικίων θυσίας εὐαγεστέρας τῇ παρουσίᾳ τῷ κοινῷ τῶν Αἰθιόπων ἀποφανοῦντας. πρὸς δὲ τὴν γυναῖκα Περσῖναν οὕτω. νικᾶν ἡμᾶς ἴσθι, καὶ ὃ πρότερόν ἐστι παρὰ σοί, σώζεσθαι. πολυτελεῖς δὴ τὰς χαριστηρίους ἡμῖν πομπάς τε καὶ θυσίας εὐτρέπιζε, καὶ τοὺς σοφοὺς ἅμα τοῖς παῤ ἡμῶν ἐπεσταλμένοις συμπαρακαλέσασα, εἰς τὴν ἀφιερωμένην τοῖς πατρίοις ἡμῶν θεοῖς, Ἡλίῳ τε καὶ Σελήνῃ καὶ Διονύσῳ, πρὸ τοῦ ἄστεος ὀργάδα σύσπευδε.