Ancient Greek · ~4 min
Book 10
Heliodorus of Emesa, Aethiopica 10.3
Not analysed yet
τούτων κομισθέντων τῶν γραμμάτων ἡ μὲν Περσῖνα, τοῦτ̓ ἦν ἄρα, ἔφη, τὸ ἐνύπνιον ὃ κατὰ τὴν νύκτα ταύτην ἐθεώμην, κύειν τε οἰομένη καὶ τίκτειν ἅμα, καὶ τὸ γεννηθὲν εἶναί μου θυγατέρα γάμου παραχρῆμα ὡραίαν, διὰ μὲν τῶν ὠδίνων, ὡς ἔοικε, τὰς κατὰ τὸν πόλεμον ἀγωνίας, διὰ δὲ τῆς θυγατρὸς τὴν νίκην αἰνιττομένου τοῦ ὀνείρατος. ἀλλὰ τὴν πόλιν ἐπιόντες τῶν εὐαγγελίων ἐμπλήσατε. καὶ οἳ μὲν πρόδρομοι τὸ προστεταγμένον ἔπραττον, καὶ τάς τε κεφαλὰς τῷ Νειλῴῳ λωτῷ καταστέψαντες καὶ φοινίκων πτόρθους ταῖς χερσὶ κατασείοντες τὰ ἐπισημότερα τῆς πόλεως καθιππεύοντο, τὴν νίκην καὶ μόνῳ τῷ σχήματι δημοσιεύοντες. ἐμπέπληστο γοῦν αὐτίκα χαρᾶς ἡ Μερόη, νύκτωρ τε καὶ μεθ̓ ἡμέραν χοροὺς καὶ θυσίας κατὰ γένη καὶ ἀγυιὰς καὶ φατρίας τοῖς θεοῖς ἀναγόντων καὶ τὰ τεμένη καταστεφόντων, οὐκ ἐπὶ τῇ νίκῃ τοσοῦτον ὅσον ἐπὶ τῇ σωτηρίᾳ τῇ τοῦ Ὑδάσπου θυμηδούντων, ἀνδρὸς δἰ εὐνομίαν τε ἅμα καὶ τὸ πρὸς τοὺς ὑπηκόους ἵλεών τε καὶ ἥμερον πατρικόν τινα ἔρωτα τοῖς δήμοις ἐνστάξαντος.