Ancient Greek
Book 10
Heliodorus of Emesa, Aethiopica 10.30
Not analysed yet
ταῦτ̓ εἶπε, καὶ βουλομένη τὰ ὄντα ἀνακαλύπτειν, αὖθις ἐξεκρούσθη βοῆς πολυηχεστάτης πρὸς τοῦ πλήθους ἀρθείσης. ὁ γὰρ δὴ Θεαγένης εἰς ὅσον εἶχε τάχους ἐφεὶς τῷ ἵππῳ χρήσασθαι καὶ προφθάσαντα μικρὸν τὰ στέρνα τῇ κεφαλῇ τοῦ ταύρου παρισῶσαι, τὸν μὲν ἄνετον φέρεσθαι μεθίησι μεθαλάμενος, ἐπιρρίπτει δὲ ἑαυτὸν τῷ αὐχένι τοῦ ταύρου, καὶ τοῖς κέρασι τὸ ἑαυτοῦ πρόσωπον κατὰ τὸ μεταίχμιον ἐνιδρύσας, τοὺς πήχεις δὲ οἱονεὶ στεφάνην περιθείς, καὶ εἰς ἅμμα κατὰ τοῦ ταυρείου μετώπου τοὺς δακτύλους ἐπιπλέξας, τό τε ὑπόλοιπον ἑαυτοῦ σῶμα παῤ ὦμον τοῦ βοὸς τὸν δεξιὸν μετέωρον καθείς, ἐκκρεμὴς ἐφέρετο, πρὸς βραχὺ μὲν τοῖς ταυρείοις ἅλμασιν ἀναπαλλόμενος. ὡς δὲ ἀγχόμενον ἤδη πρὸς τοῦ ὄγκου καὶ χαλῶντα τοῦ ἄγαν τόνου τοὺς τένοντας ᾔσθετο, καθ̓ ὃ μέρος ὁ Ὑδάσπης προυκαθέζετο περιελθόντα, παραφέρει μὲν εἰς τοὔμπροσθεν, καὶ προβάλλει τῶν ἐκείνου σκελῶν τοὺς ἑαυτοῦ πόδας, ταῖς χηλαῖς δὲ συνεχῶς ἐναράττων τὴν βάσιν ἐνήδρευεν. ὃ δὲ τὴν ῥύμην τοῦ δρόμου παραποδιζόμενος καὶ τῷ σθένει τοῦ νεανίου βριθόμενος, τά τε γόνατα ὑποσκελίζεται, καὶ ἀθρόον ἐπὶ κεφαλὴν σφενδονηθείς, κύμβαχός τε ἐπ’ ὤμους καὶ νῶτα ῥιπισθείς, ἥπλωτο ὕπτιος ἐπὶ πλεῖστον, τῶν μὲν κεράτων τῇ γῇ προσπεπηγότων καὶ εἰς τὸ ἀκίνητον τῆς κεφαλῆς ῥιζωθέντων, τῶν σκελῶν δὲ ἄπρακτα σκαιρόντων καὶ εἰς κενὸν ἀερονομούντων καὶ τὴν ἧτταν ἀλυόντων. ἐπέκειτο δὲ ὁ Θεαγένης, ταῖν χεροῖν τὴν λαιὰν μόνην εἰς τὸ ἐπερείδειν ἀπασχολῶν, τὴν δεξιὰν δὲ εἰς οὐρανὸν ἀνέχων καὶ συνεχὲς ἐπισείων: εἴς τε τὸν Ὑδάσπην καὶ τὸ ἄλλο πλῆθος ἱλαρὸν ἀπέβλεπε, τῷ μειδιάματι πρὸς τὸ συνήδεσθαι δεξιούμενος, καὶ τῷ μυκηθμῷ τοῦ ταύρου καθάπερ σάλπιγγι τὸ ἐπινίκιον ἀνακηρυττόμενος. ἀντήχει δὲ καὶ ἡ τοῦ δήμου βοή, τρανὸν μὲν οὐδὲν εἰς τὸν ἔπαινον διαρθροῦσα, κεχηνόσι δὲ ἐπὶ πολὺ τοῖς στόμασιν ἐξ ἀρτηρίας μόνης τὸ θαῦμα ἐξεφώνει, χρόνιόν τε καὶ ὁμότονον εἰς οὐρανὸν παραπέμπουσα. κελεύσαντος οὖν τοῦ βασιλέως ὑπηρέται προσδραμόντες, οἳ μὲν τὸν Θεαγένην προσῆγον ἀναστήσαντες, οἳ δὲ τοῦ ταύρου τοῖς κέρασι καλωδίου βρόχον ἐπιβαλόντες εἷλκόν τε κατηφιῶντα, καὶ τοῖς βωμοῖς αὖθις τοῦτόν τε καὶ τὸν ἵππον συλλαβόντες προσεδέσμευον. καὶ τοῦ Ὑδάσπου μέλλοντός τι πρὸς τὸν Θεαγένην λέγειν τε καὶ πράττειν, ὁ δῆμος ἅμα μὲν ἡσθεὶς τῷ νέῳ καὶ ἐξ οὗπερ τὸ πρῶτον ὤφθη προσπαθών, ἅμα δὲ καὶ τῆς ἰσχύος ἐκπλαγείς, πλέον δέ τι καὶ πρὸς τὸν Αἰθίοπα τὸν ἀθλητὴν τὸν Μεροήβου ζηλοτυπίᾳ δηχθείς, οὗτος τῷ Μεροήβου ζευγνύσθω. πάντες ὁμοθυμαδὸν ἀνεβόησαν: τὸν ἐλέφαντα λαβὼν τῷ τὸν ταῦρον λαβόντι διαγωνιζέσθω συνεχὲς ἐξεφώνουν. καὶ ἐπὶ πλεῖστον ἐγκειμένων ἐπένευσέ τε ὁ Ὑδάσπης, καὶ ἤγετο εἰς μέσους ὁ Αἰθίοψ, ὑπέροπτόν τι καὶ σοβαρὸν περισκοπῶν, ὁλκά τε προβαίνων καὶ πλατυνομένοις ἐναλλὰξ τοῖς ἀγκῶσι τοὺς πήχεις ὑποσοβῶν.