Ancient Greek · ~8 min
Book 10
Heliodorus of Emesa, Aethiopica 10.31
Not analysed yet
κἀπειδὴ τοῦ συνεδρίου πλησίον ἐγεγόνει, πρὸς τὸν Θεαγένην βλέψας ὁ Ὑδάσπης καὶ ἑλληνίζων, ὦ ξένε, ἔφη, τούτῳ σε χρὴ διαγωνίσασθαι: ὁ δῆμος κελεύουσι. γινέσθω τὸ δοκοῦν, ὁ Θεαγένης ἀπεκρίνατο: ἀλλὰ τίς ὁ τρόπος τῆς ἀγωνίας; πάλη, εἶπεν ὁ Ὑδάσπης. καὶ ὅς, τί δὲ οὐχὶ καὶ ξιφήρης καὶ ἔνοπλος, ἵνα τι ῥέξας ἢ παθὼν ἐμπλήσω Χαρίκλειαν, τὴν σιωπᾶν εἰς δεῦρο τὰ καθ̓ ἡμᾶς καρτεροῦσαν, ἢ καὶ εἰς τέλος, ὡς ἔοικεν, ἡμῶν ἀπεγνωκυῖαν. καὶ ὁ Ὑδάσπης, τί μὲν βούλεταί σοι, εἶπε, τὸ παραπλέκειν ὄνομα Χαρικλείας, αὐτὸς ἂν γινώσκοις, παλαίειν δ̓ οὖν σε καὶ οὐ ξιφήρη πυκτεύειν χρεών: αἷμα γὰρ ἐκχεόμενον ὀφθῆναι πρὸ τοῦ καιροῦ τῆς θυσίας οὐ θεμιτόν. συνεὶς οὖν ὁ Θεαγένης ὅτι δέδοικεν ὁ Ὑδάσπης μὴ προαναιρεθῇ τῆς θυσίας, εὖ ποιεῖς, ἔφη, τοῖς θεοῖς με φυλάττων, οἷς καὶ μελήσει περὶ ἡμῶν. καὶ ἅμα κόνιν ἀνελόμενος καὶ ὤμοις τε καὶ πήχεσιν ἔτι πρὸς τῆς βοηλασίας ἱδρῶτι νενοτισμένοις ἐπιχεάμενος, τήν τε μὴ προσιζήσασαν ἀποσεισάμενος, προβάλλει τε ἐκτάδην τὼ χεῖρε, καὶ τοῖν ποδοῖν τὴν βάσιν εἰς τὸ ἑδραῖον διερεισάμενος, τήν τε ἰγνύαν σιμώσας, καὶ ὤμους καὶ μετάφρενα γυρώσας, καὶ τὸν αὐχένα μικρὸν ἐπικλίνας, τό τε ὅλον σῶμα σφηκώσας, εἱστήκει τὰς λαβὰς τῶν παλαισμάτων ὠδίνων. ὁ δὲ Αἰθίοψ ἐνορῶν ἐμειδία τε σεσηρός, καὶ εἰρωνικοῖς τοῖς νεύμασιν ἐκφαυλίζειν ἐῴκει τὸν ἀντίπαλον. ἀθρόον τε ἐπιδραμὼν τόν τε πῆχυν τῷ αὐχένι τοῦ Θεαγένους ὥσπερ τινὰ μοχλὸν ἐπαράσσει, καὶ βόμβου πρὸς τῆς πληγῆς ἐξακουσθέντος αὖθις ἐθρύπτετο καὶ ἐπεγέλα βλακῶδες. ὁ δὲ Θεαγένης, οἷα δὴ γυμνασίων καὶ ἀλοιφῆς ἐκ νέων ἀσκητής, τήν τε ἐναγώνιον Ἑρμοῦ τέχνην ἠκριβωκώς, εἴκειν τὰ πρῶτα ἔγνω, καὶ ἀπόπειραν τῆς ἀντιθέτου δυνάμεως λαβόντα, πρὸς μὲν ὄγκον οὕτω πελώριόν καὶ θηριωδῶς τραχυνόμενον μὴ ὁμόσε χωρεῖν, ἐμπειρίᾳ δὲ τὴν ἄγροικον ἰσχὺν κατασοφίσασθαι. αὐτίκα γοῦν ὀλίγον ὅσον ἐκ τῆς πληγῆς κραδανθείς, πλέον ἢ ὡς εἶχεν ἀλγεῖν ἐσκήπτετο, καὶ τοῦ αὐχένος θάτερον μέρος ἔκδοτον εἰς τὸ παίεσθαι προυβάλετο. καὶ τοῦ Αἰθίοπος αὖθις πλήξαντος συνενδοὺς τῇ πληγῇ, μικροῦ καὶ καταφέρεσθαι ἐπὶ πρόσωπον ἐσχηματίζετο.