Ancient Greek · ~7 min
Book 10
Heliodorus of Emesa, Aethiopica 10.32
Not analysed yet
ὡς δὲ καταγνοὺς καὶ ἀποθαρσήσας ὁ Αἰθίοψ ἀφυλάκτως ἤδη τὸ τρίτον ἐπεφέρετο, καὶ τὸν πῆχυν αὖθις ἀνατείνας κατασείειν ἔμελλεν, ὑπεισῆλθέ τε ἀθρόον ὁ Θεαγένης κεκυφώς, τὴν καταφορὰν ἐκκλίνας, πήχει τε τῷ δεξιῷ τὸν ἐκείνου λαιὸν βραχίονα προσαναστείλας ἐρρίπισέ τε τὸν ἀντίπαλον, ἅμα τι καὶ τῇ καταφορᾷ τῆς ἰδίας αὐτοῦ χειρὸς εἰς κενὸν ἐνεχθείσης πρὸς τὸ ἔδαφος ἐπισπασθέντα, καὶ ὑπὸ τὴν μασχάλην ἀναδὺς τοῖς τε νώτοις περιεχεῖτο, καὶ παχεῖαν τὴν γαστέρα χαλεπῶς ταῖς χερσὶ διαζώσας, τὴν βάσιν κατὰ τὰ σφυρὰ καὶ ἀστραγάλους τῇ πτέρνῃ σφοδρῶς τε καὶ ἐπαλλήλως ἐκμοχλεύσας, εἰς γόνυ τε ὀκλάσαι βιασάμενος, ἀμφιβαίνει τοῖς ποσί, καὶ τοῖς κατὰ τοὺς βουβῶνας τὰ σκέλη καταπείρας, τούς τε καρποὺς οἷς ἐπερειδόμενος ὁ Αἰθίοψ ἀνεῖχε τὰ στέρνα ἐκκρουσάμενος, καὶ τοῖς κροτάφοις εἰς ἅμμα τοὺς πήχεις περιαγαγών, ἐπί τε μετάφρενα καὶ ὤμους ἀνέλκων, ἐφαπλῶσαι τῇ γῇ τὴν γαστέρα κατηνάγκασε. μιᾶς δὴ οὖν βοῆς ἐπὶ τούτοις καὶ γεγωνοτέρας ἢ τὸ πρότερον ὑπὸ τοῦ πλήθους ἀρθείσης, οὐδὲ ὁ βασιλεὺς ἐκαρτέρησεν, ἀλλ̓ ἀνήλατό τε τοῦ θρόνου καὶ ὢ τῆς ἀνάγκης ἔλεγεν, οἷον ἄνδρα καταθύειν ὑπὸ τοῦ νόμου πρόκειται. καὶ ἅμα προσκαλεσάμενος, ὦ νεανία, πρὸς αὐτὸν ἔφη, στεφανωθῆναι μέν σε καὶ ἐπὶ ταῖς θυσίαις, ὡς ἔθος, ἀπόκειται: στεφανοῦ δ̓ οὖν καὶ νῦν τὴν ἐπίδοξον μὲν ταύτην ἀνόνητον δέ σοι καὶ ἐφήμερον νίκην. κἀπειδή μοι τοῦ προκειμένου καὶ βουλομένῳ ῥύσασθαί σε οὐ δυνατόν, ὅσα γοῦν ἐφεῖται, παρέξομαι: καὶ εἴ τι γινώσκεις ἔτι σε ζῶντα ἧσαι δυνάμενον, αἴτησον. καὶ ἅμα λέγων χρυσοῦν τε καὶ λιθοκόλλητον τῷ Θεαγένει στέφανον ἐπέθηκε, καί τι καὶ ἐπιδακρύων οὐκ ἐλάνθανεν. ὁ δὴ Θεαγένης, οὐκοῦν αἰτήσω, ἔφη, καὶ δέομαι δὸς ὑποσχόμενος. εἰ τὸ διαδρᾶναί με τὴν ἱερουργίαν πάντως ἄφυκτον, χειρὶ γοῦν τῆς εὑρημένης σοι νυνὶ θυγατρὸς κέλευε.